Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.60.3 Polyb. 5.60.10 (English) >>Polyb. 5.61.6

5.60.8 διὸ τῶν μὲν ἀπὸ τοῦ ναυτικοῦ τοῖς νεωρίοις, τῶν δὲ περὶ τὸν Ἄρδυν τοῖς προαστείοις προσηρεικότων τὰς κλίμακας καὶ βιαζομένων εὐρώστως, τῶν δʼ ἐκ τῆς πόλεως οὐ δυναμένων τούτοις βοηθεῖν, διὰ τὸ κατὰ πάντα τόπον περιεστάναι τὸ δεινόν, ταχέως συνέβη τὸ προάστειον ὑποχείριον γενέσθαι τοῖς περὶ τὸν Ἄρδυν. 5.60.9 οὗ κρατηθέντος εὐθέως οἱ διεφθαρμένοι τῶν κατὰ μέρος ἡγεμόνων, προστρέχοντες πρὸς τὸν Λεόντιον τὸν ἐπὶ τῶν ὅλων, ἐκπέμπειν ᾤοντο δεῖν καὶ τίθεσθαι τὰ πρὸς Ἀντίοχον πρὶν κατὰ κράτος ἁλῶναι τὴν πόλιν. 5.60.10 δὲ Λεόντιος, ἀγνοῶν μὲν τὴν διαφθορὰν τῶν ἡγεμόνων, καταπεπληγμένος δὲ τὴν διατροπὴν αὐτῶν, ἐξέπεμψε τοὺς θησομένους τὰς πίστεις ὑπὲρ τῆς τῶν ἐν τῇ πόλει πάντων ἀσφαλείας πρὸς τὸν Ἀντίοχον.

5.61.1

δὲ βασιλεὺς δεξάμενος τὴν ἔντευξιν συνεχώρησε δώσειν τοῖς ἐλευθέροις τὴν ἀσφάλειαν· οὗτοι δʼ ἦσαν εἰς ἑξακισχιλίους. 5.61.2 παραλαβὼν δὲ τὴν πόλιν οὐ μόνον ἐφείσατο τῶν ἐλευθέρων, ἀλλὰ καὶ τοὺς πεφευγότας τῶν Σελευκέων καταγαγὼν τήν τε πολιτείαν αὐτοῖς ἀπέδωκε καὶ τὰς οὐσίας· ἠσφαλίσατο δὲ φυλακαῖς τόν τε λιμένα καὶ τὴν ἄκραν.

Ἔτι δὲ περὶ ταῦτα διατρίβοντος αὐτοῦ, 5.61.3 προσπεσόντων παρὰ Θεοδότου γραμμάτων, ἐν οἷς αὐτὸν ἐκάλει κατὰ σπουδὴν ἐγχειρίζων τὰ κατὰ Κοίλην Συρίαν, πολλῆς ἀπορίας ἦν καὶ δυσχρηστίας πλήρης ὑπὲρ τοῦ τί πρακτέον καὶ πῶς χρηστέον ἐστὶ τοῖς προσαγγελλομένοις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.60.3 Polyb. 5.60.10 (English) >>Polyb. 5.61.6

Powered by PhiloLogic