Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.59.11 Polyb. 5.60.7 (English) >>Polyb. 5.61.3

5.60.4 Ζεύξιδι μὲν καὶ τοῖς μετʼ αὐτοῦ παρέδωκε τοὺς κατὰ τὴν ἐπʼ Ἀντιόχειαν φέρουσαν πύλην τόπους, Ἑρμογένει δὲ τοὺς κατὰ τὸ Διοσκούριον, Ἄρδυϊ δὲ καὶ Διογνήτῳ τὰς κατὰ τὸ νεώριον καὶ τὸ προάστειον ἐπέτρεψε προσβολάς, 5.60.5 διὰ τὸ πρὸς τοὺς ἔνδοθεν αὐτῷ τοιαύτας τινὰς γεγονέναι συνθήκας ὡς ἐὰν κρατήσῃ τοῦ προαστείου μετὰ βίας, οὕτως ἐγχειρισθησομένης αὐτῷ καὶ τῆς πόλεως. 5.60.6 ἀποδοθέντος δὲ τοῦ συνθήματος πάντες ἅμα καὶ πανταχόθεν ἐνεργὸν ἐποιοῦντο καὶ βίαιον τὴν προσβολήν· τολμηρότατα μέντοι προσέβαλον οἱ περὶ τὸν Ἄρδυν καὶ Διόγνητον, 5.60.7 διὰ τὸ τοὺς μὲν ἄλλους τόπους, εἰ μὴ τετραποδητὶ τρόπον τινὰ προσπλεκόμενοι βιάζοιντο, τήν γε διὰ τῶν κλιμάκων προσβολὴν μὴ προσίεσθαι παράπαν, τὰ δὲ νεώρια καὶ τὸ προάστειον ἐπιδέχεσθαι τὴν προσφορὰν καὶ στάσιν καὶ πρόσθεσιν τῶν κλιμάκων ἀσφαλῶς. 5.60.8 διὸ τῶν μὲν ἀπὸ τοῦ ναυτικοῦ τοῖς νεωρίοις, τῶν δὲ περὶ τὸν Ἄρδυν τοῖς προαστείοις προσηρεικότων τὰς κλίμακας καὶ βιαζομένων εὐρώστως, τῶν δʼ ἐκ τῆς πόλεως οὐ δυναμένων τούτοις βοηθεῖν, διὰ τὸ κατὰ πάντα τόπον περιεστάναι τὸ δεινόν, ταχέως συνέβη τὸ προάστειον ὑποχείριον γενέσθαι τοῖς περὶ τὸν Ἄρδυν. 5.60.9 οὗ κρατηθέντος εὐθέως οἱ διεφθαρμένοι τῶν κατὰ μέρος ἡγεμόνων, προστρέχοντες πρὸς τὸν Λεόντιον τὸν ἐπὶ τῶν ὅλων, ἐκπέμπειν ᾤοντο δεῖν καὶ τίθεσθαι τὰ πρὸς Ἀντίοχον πρὶν κατὰ κράτος ἁλῶναι τὴν πόλιν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.59.11 Polyb. 5.60.7 (English) >>Polyb. 5.61.3

Powered by PhiloLogic