Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.60.5 Polyb. 5.61.2 (English) >>Polyb. 5.61.8

5.60.9 οὗ κρατηθέντος εὐθέως οἱ διεφθαρμένοι τῶν κατὰ μέρος ἡγεμόνων, προστρέχοντες πρὸς τὸν Λεόντιον τὸν ἐπὶ τῶν ὅλων, ἐκπέμπειν ᾤοντο δεῖν καὶ τίθεσθαι τὰ πρὸς Ἀντίοχον πρὶν κατὰ κράτος ἁλῶναι τὴν πόλιν. 5.60.10 δὲ Λεόντιος, ἀγνοῶν μὲν τὴν διαφθορὰν τῶν ἡγεμόνων, καταπεπληγμένος δὲ τὴν διατροπὴν αὐτῶν, ἐξέπεμψε τοὺς θησομένους τὰς πίστεις ὑπὲρ τῆς τῶν ἐν τῇ πόλει πάντων ἀσφαλείας πρὸς τὸν Ἀντίοχον.

5.61.1

δὲ βασιλεὺς δεξάμενος τὴν ἔντευξιν συνεχώρησε δώσειν τοῖς ἐλευθέροις τὴν ἀσφάλειαν· οὗτοι δʼ ἦσαν εἰς ἑξακισχιλίους. 5.61.2 παραλαβὼν δὲ τὴν πόλιν οὐ μόνον ἐφείσατο τῶν ἐλευθέρων, ἀλλὰ καὶ τοὺς πεφευγότας τῶν Σελευκέων καταγαγὼν τήν τε πολιτείαν αὐτοῖς ἀπέδωκε καὶ τὰς οὐσίας· ἠσφαλίσατο δὲ φυλακαῖς τόν τε λιμένα καὶ τὴν ἄκραν.

Ἔτι δὲ περὶ ταῦτα διατρίβοντος αὐτοῦ, 5.61.3 προσπεσόντων παρὰ Θεοδότου γραμμάτων, ἐν οἷς αὐτὸν ἐκάλει κατὰ σπουδὴν ἐγχειρίζων τὰ κατὰ Κοίλην Συρίαν, πολλῆς ἀπορίας ἦν καὶ δυσχρηστίας πλήρης ὑπὲρ τοῦ τί πρακτέον καὶ πῶς χρηστέον ἐστὶ τοῖς προσαγγελλομένοις. 5.61.4 δὲ Θεόδοτος, ὢν τὸ γένος Αἰτωλὸς καὶ μεγάλας παρεσχημένος τῇ Πτολεμαίου βασιλείᾳ χρείας, καθάπερ ἐπάνω προεῖπον, ἐπὶ δὲ τούτοις οὐχ οἷον χάριτος ἠξιωμένος, ἀλλὰ καὶ τῷ βίῳ κεκινδυνευκὼς καθʼ οὓς καιροὺς Ἀντίοχος ἐποιεῖτο τὴν ἐπὶ Μόλωνα στρατείαν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.60.5 Polyb. 5.61.2 (English) >>Polyb. 5.61.8

Powered by PhiloLogic