Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.61.1 Polyb. 5.61.8 (English) >>Polyb. 5.62.4

5.61.5 τότε κατεγνωκὼς τοῦ βασιλέως καὶ διηπιστηκὼς τοῖς περὶ τὴν αὐλήν, καταλαβόμενος διὰ μὲν αὑτοῦ Πτολεμαΐδα, διὰ δὲ Παναιτώλου Τύρον, ἐκάλει τὸν Ἀντίοχον μετὰ σπουδῆς. 5.61.6 δὲ βασιλεὺς καὶ τὰς ἐπὶ τὸν Ἀχαιὸν ἐπιβολὰς ὑπερθέμενος καὶ τἄλλα πάντα πάρεργα ποιησάμενος ἀνέζευξε μετὰ τῆς δυνάμεως, ποιούμενος τὴν πορείαν καὶ πρόσθεν. 5.61.7 διελθὼν δὲ τὸν ἐπικαλούμενον αὐλῶνα Μαρσύαν, κατεστρατοπέδευσε περὶ τὰ στενὰ τὰ κατὰ Γέρρα πρὸς τῇ μεταξὺ κειμένῃ λίμνῃ. 5.61.8 πυνθανόμενος δὲ Νικόλαον τὸν παρὰ Πτολεμαίου στρατηγὸν προσκαθῆσθαι τῇ Πτολεμαΐδι πολιορκοῦντα τὸν Θεόδοτον, τὰ μὲν βαρέα τῶν ὅπλων ἀπέλειπε, προστάξας τοῖς ἡγουμένοις πολιορκεῖν τοὺς Βρόχους, τὸ κείμενον ἐπὶ τῆς λίμνης καὶ τῆς παρόδου χωρίον, αὐτὸς δὲ τοὺς εὐζώνους ἀναλαβὼν προῆγε, βουλόμενος λῦσαι τὴν πολιορκίαν. 5.61.9 δὲ Νικόλαος πρότερον ἤδη πεπυσμένος τὴν τοῦ βασιλέως παρουσίαν, αὐτὸς μὲν ἀνεχώρησε, τοὺς δὲ περὶ Λαγόραν τὸν Κρῆτα καὶ Δορυμένην τὸν Αἰτωλὸν ἐξαπέστειλε προκαταληψομένους τὰ στενὰ τὰ περὶ Βηρυτόν· 5.61.10 οἷς προσβαλὼν βασιλεὺς ἐξ ἐφόδου καὶ

5.62.1

τρεψάμενος ἐπεστρατοπέδευσε τοῖς στενοῖς. προσδεξάμενος δὲ καὶ τὴν λοιπὴν δύναμιν ἐνταῦθα, καὶ παρακαλέσας τὰ πρέποντα ταῖς προκειμέναις ἐπιβολαῖς, μετὰ ταῦτα προήγαγε μετὰ πάσης τῆς δυνάμεως, εὐθαρσὴς καὶ μετέωρος ὢν πρὸς τὰς ὑπογραφομένας ἐλπίδας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.61.1 Polyb. 5.61.8 (English) >>Polyb. 5.62.4

Powered by PhiloLogic