Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.61.4 Polyb. 5.61.9 (English) >>Polyb. 5.62.7

5.61.7 διελθὼν δὲ τὸν ἐπικαλούμενον αὐλῶνα Μαρσύαν, κατεστρατοπέδευσε περὶ τὰ στενὰ τὰ κατὰ Γέρρα πρὸς τῇ μεταξὺ κειμένῃ λίμνῃ. 5.61.8 πυνθανόμενος δὲ Νικόλαον τὸν παρὰ Πτολεμαίου στρατηγὸν προσκαθῆσθαι τῇ Πτολεμαΐδι πολιορκοῦντα τὸν Θεόδοτον, τὰ μὲν βαρέα τῶν ὅπλων ἀπέλειπε, προστάξας τοῖς ἡγουμένοις πολιορκεῖν τοὺς Βρόχους, τὸ κείμενον ἐπὶ τῆς λίμνης καὶ τῆς παρόδου χωρίον, αὐτὸς δὲ τοὺς εὐζώνους ἀναλαβὼν προῆγε, βουλόμενος λῦσαι τὴν πολιορκίαν. 5.61.9 δὲ Νικόλαος πρότερον ἤδη πεπυσμένος τὴν τοῦ βασιλέως παρουσίαν, αὐτὸς μὲν ἀνεχώρησε, τοὺς δὲ περὶ Λαγόραν τὸν Κρῆτα καὶ Δορυμένην τὸν Αἰτωλὸν ἐξαπέστειλε προκαταληψομένους τὰ στενὰ τὰ περὶ Βηρυτόν· 5.61.10 οἷς προσβαλὼν βασιλεὺς ἐξ ἐφόδου καὶ

5.62.1

τρεψάμενος ἐπεστρατοπέδευσε τοῖς στενοῖς. προσδεξάμενος δὲ καὶ τὴν λοιπὴν δύναμιν ἐνταῦθα, καὶ παρακαλέσας τὰ πρέποντα ταῖς προκειμέναις ἐπιβολαῖς, μετὰ ταῦτα προήγαγε μετὰ πάσης τῆς δυνάμεως, εὐθαρσὴς καὶ μετέωρος ὢν πρὸς τὰς ὑπογραφομένας ἐλπίδας. 5.62.2 ἀπαντησάντων δὲ τῶν περὶ τὸν Θεόδοτον καὶ Παναίτωλον αὐτῷ καὶ τῶν ἅμα τούτοις φίλων, ἀποδεξάμενος τούτους φιλανθρώπως παρέλαβε τήν τε Τύρον καὶ Πτολεμαΐδα καὶ τὰς ἐν ταύταις παρασκευάς, ἐν αἷς ἦν καὶ πλοῖα τετταράκοντα· 5.62.3 τούτων κατάφρακτα μὲν εἴκοσι διαφέροντα ταῖς κατασκευαῖς, ἐν οἷς οὐδὲν ἔλαττον ἦν τετρήρους, τὰ δὲ λοιπὰ τριήρεις καὶ δίκροτα καὶ κέλητες. ταῦτα μὲν οὖν Διογνήτῳ παρέδωκε τῷ ναυάρχῳ·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.61.4 Polyb. 5.61.9 (English) >>Polyb. 5.62.7

Powered by PhiloLogic