Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.62.2 Polyb. 5.63.1 (English) >>Polyb. 5.63.9

5.62.6 τῶν δὲ πόλεων αἱ μὲν ἐλαφραὶ καταπεπληγμέναι τὴν ἔφοδον αὐτοῦ προσετίθεντο· αἱ δὲ πιστεύουσαι ταῖς παρασκευαῖς καὶ ταῖς ὀχυρότησι τῶν τόπων ὑπέμενον· ἃς ἠναγκάζετο προσκαθεζόμενος πολιορκεῖν καὶ κατατρίβειν τοὺς χρόνους. 5.62.7

Οἱ δὲ περὶ τὸν Πτολεμαῖον τοῦ μὲν ἐκ χειρὸς βοηθεῖν τοῖς σφετέροις πράγμασιν, ὅπερ ἦν καθῆκον, οὕτως παρεσπονδημένοι προφανῶς, οὐδʼ ἐπιβολὴν εἶχον διὰ τὴν ἀδυναμίαν· 5.62.8 ἐπὶ τοσοῦτον γὰρ αὐτοῖς ὠλιγώρητο πάντα τὰ κατὰ τὰς πολεμικὰς

5.63.1

παρασκευάς. λοιπὸν δὲ συνεδρεύσαντες οἱ περὶ τὸν Ἀγαθοκλέα καὶ Σωσίβιον, οἱ τότε προεστῶτες τῆς βασιλείας, ἐκ τῶν ἐνδεχομένων τὸ δυνατὸν ἔλαβον πρὸς τὸ παρόν. 5.63.2 ἐβουλεύσαντο γὰρ γίνεσθαι μὲν περὶ τὴν τοῦ πολέμου παρασκευήν, ἐν δὲ τῷ μεταξὺ διαπρεσβευόμενοι κατεκλύειν τὸν Ἀντίοχον, συνεργοῦντες κατὰ τὴν ἔμφασιν τῇ προϋπαρχούσῃ περὶ αὐτὸν ὑπὲρ τοῦ Πτολεμαίου διαλήψει· 5.63.3 αὕτη δʼ ἦν ὡς πολεμεῖν μὲν οὐκ ἂν τολμήσαντος, διὰ λόγου δὲ καὶ τῶν φίλων διδάξοντος καὶ πείσοντος αὐτὸν ἀποστῆναι τῶν κατὰ Κοίλην Συρίαν τόπων. 5.63.4 κριθέντων δὲ τούτων οἱ περὶ τὸν Ἀγαθοκλέα καὶ Σωσίβιον ἐπὶ τοῦτο τὸ μέρος ταχθέντες ἐξέπεμπον ἐπιμελῶς τὰς πρεσβείας πρὸς τὸν Ἀντίοχον. 5.63.5 ἅμα δὲ διαπεμψάμενοι πρός τε Ῥοδίους καὶ Βυζαντίους καὶ Κυζικηνούς, σὺν δὲ τούτοις Αἰτωλούς, ἐπεσπάσαντο πρεσβείας ἐπὶ τὰς διαλύσεις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.62.2 Polyb. 5.63.1 (English) >>Polyb. 5.63.9

Powered by PhiloLogic