Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.63.4 Polyb. 5.63.12 (English) >>Polyb. 5.64.7

5.63.9 ἐξαπέστελλον δὲ καὶ ξενολόγους καὶ παρεσκεύαζον τοῖς προϋπάρχουσι καὶ τοῖς παραγινομένοις τὰς σιταρχίας. 5.63.10 ὡσαύτως δὲ καὶ περὶ τὴν λοιπὴν ἐγίνοντο παρασκευήν, ἀνὰ μέρος καὶ συνεχῶς διατρέχοντες εἰς τὴν Ἀλεξάνδρειαν, ἵνα μηδὲν ἐλλίπῃ τῶν χορηγιῶν πρὸς τὰς προκειμένας ἐπιβολάς. 5.63.11 τὴν δὲ περὶ τὰ ὅπλα κατασκευὴν καὶ τὴν τῶν ἀνδρῶν ἐκλογὴν καὶ διαίρεσιν Ἐχεκράτει τῷ Θετταλῷ καὶ Φοξίδᾳ τῷ Μελιταιεῖ παρέδοσαν, 5.63.12 ἅμα δὲ τούτοις Εὐρυλόχῳ τῷ Μάγνητι καὶ Σωκράτει τῷ Βοιωτίῳ· σὺν οἷς ἦν καὶ Κνωπίας Ἀλλαριώτης. 5.63.13 εὐκαιρότατα γὰρ δὴ τούτων ἐπελάβοντο τῶν ἀνδρῶν, οἵτινες ἔτι Δημητρίῳ καὶ Ἀντιγόνῳ συστρατευόμενοι κατὰ ποσὸν ἔννοιαν εἶχον τῆς ἀληθείας καὶ καθόλου τῆς ἐν τοῖς ὑπαίθροις χρείας. 5.63.14 οὗτοι δὲ παραλαβόντες τὸ πλῆθος ἐνδεχομένως ἐχείριζον καὶ στρατιωτικῶς.

5.64.1

πρῶτον μὲν γὰρ κατὰ γένη καὶ καθʼ ἡλικίαν διελόντες ἀνέδοσαν ἑκάστοις τοὺς ἐπιτηδείους καθοπλισμούς, ὀλιγωρήσαντες τῶν πρότερον αὐτοῖς ὑπαρχόντων· 5.64.2 μετὰ δὲ ταῦτα συνέταξαν οἰκείως πρὸς τὴν παροῦσαν χρείαν, λύσαντες τὰ συστήματα καὶ τὰς ἐκ τῶν πρότερον ὀψωνιασμῶν καταγραφάς· 5.64.3 ἑξῆς δὲ τούτοις ἐγύμναζον, συνήθεις ἑκάστους ποιοῦντες οὐ μόνον τοῖς παραγγέλμασιν, ἀλλὰ καὶ ταῖς οἰκείαις τῶν καθοπλισμῶν κινήσεσιν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.63.4 Polyb. 5.63.12 (English) >>Polyb. 5.64.7

Powered by PhiloLogic