5.65.6 τούς γε μὴν ἀπὸ τῆς Ἑλλάδος καὶ πᾶν τὸ τῶν μισθοφόρων ἱππέων πλῆθος Ἐχεκράτης ὁ Θετταλὸς διαφερόντως ἀσκήσας, ὄντας εἰς δισχιλίους, μεγίστην ἐπʼ αὐτοῦ τοῦ κινδύνου παρέσχετο χρείαν.
5.65.7 οὐδενὸς δʼ ἧττον ἔσπευδε περὶ τοὺς ὑφʼ αὑτὸν ταττομένους Κνωπίας Ἀλλαριώτης, ἔχων τοὺς μὲν πάντας Κρῆτας εἰς τρισχιλίους, αὐτῶν δὲ τούτων χιλίους Νεόκρητας, ἐφʼ ὧν ἐτετάχει Φίλωνα τὸν Κνώσιον.
5.65.8 καθώπλισαν δὲ καὶ Λίβυας τρισχιλίους εἰς τὸν Μακεδονικὸν τρόπον, ἐφʼ ὧν ἦν Ἀμμώνιος ὁ Βαρκαῖος.
5.65.9 τὸ δὲ τῶν Αἰγυπτίων πλῆθος ἦν μὲν εἰς δισμυρίους φαλαγγίτας, ὑπετάττετο δὲ Σωσιβίῳ.
5.65.10 συνήχθη δὲ καὶ Θρᾳκῶν καὶ Γαλατῶν πλῆθος, ἐκ μὲν τῶν κατοίκων καὶ τῶν ἐπιγόνων εἰς τετρακισχιλίους, οἱ δὲ προσφάτως ἐπισυναχθέντες ἦσαν εἰς δισχιλίους, ὧν ἡγεῖτο Διονύσιος ὁ Θρᾷξ.
5.65.11
Ἡ μὲν οὖν Πτολεμαίῳ παρασκευαζομένη δύναμις τῷ τε πλήθει καὶ ταῖς διαφοραῖς τοσαύτη καὶ
5.66.1
τοιαύτη τις ἦν. Ἀντίοχος δὲ συνεσταμένος πολιορκίαν περὶ τὴν καλουμένην πόλιν Δῶρα, καὶ περαίνειν οὐδὲν δυνάμενος διά τε τὴν ὀχυρότητα τοῦ τόπου καὶ τὰς τῶν περὶ τὸν Νικόλαον παραβοηθείας,
5.66.2 συνάπτοντος ἤδη τοῦ χειμῶνος, συνεχώρησε ταῖς παρὰ τοῦ Πτολεμαίου πρεσβείαις ἀνοχάς τε ποιήσασθαι τετραμήνους καὶ περὶ τῶν ὅλων εἰς πάντα συγκαταβήσεσθαι τὰ φιλάνθρωπα.