Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.64.4 Polyb. 5.65.5 (English) >>Polyb. 5.66.1

5.65.2 Εὐρύλοχος μὲν γὰρ Μάγνης ἡγεῖτο σχεδὸν ἀνδρῶν τρισχιλίων τοῦ καλουμένου παρὰ τοῖς βασιλεῦσιν ἀγήματος, Σωκράτης δʼ Βοιώτιος πελταστὰς ὑφʼ αὑτὸν εἶχε δισχιλίους. 5.65.3 δʼ Ἀχαιὸς Φοξίδας καὶ Πτολεμαῖος Θρασέου, σὺν δὲ τούτοις Ἀνδρόμαχος Ἀσπένδιος, συνεγύμναζον μὲν ἐπὶ ταὐτὸ τὴν φάλαγγα καὶ τοὺς μισθοφόρους Ἕλληνας, 5.65.4 ἡγοῦντο δὲ τῆς μὲν φάλαγγος Ἀνδρόμαχος καὶ Πτολεμαῖος, τῶν δὲ μισθοφόρων Φοξίδας, οὔσης τῆς μὲν φάλαγγος εἰς δισμυρίους καὶ πεντακισχιλίους, τῶν δὲ μισθοφόρων εἰς ὀκτακισχιλίους. 5.65.5 τοὺς δʼ ἱππεῖς τοὺς μὲν περὶ τὴν αὐλήν, ὄντας εἰς ἑπτακοσίους, Πολυκράτης παρεσκεύαζε καὶ τοὺς ἀπὸ Λιβύης, ἔτι δὲ καὶ τοὺς ἐγχωρίους· καὶ τούτων αὐτὸς ἡγεῖτο πάντων, περὶ τρισχιλίους ὄντων τὸν ἀριθμόν. 5.65.6 τούς γε μὴν ἀπὸ τῆς Ἑλλάδος καὶ πᾶν τὸ τῶν μισθοφόρων ἱππέων πλῆθος Ἐχεκράτης Θετταλὸς διαφερόντως ἀσκήσας, ὄντας εἰς δισχιλίους, μεγίστην ἐπʼ αὐτοῦ τοῦ κινδύνου παρέσχετο χρείαν. 5.65.7 οὐδενὸς δʼ ἧττον ἔσπευδε περὶ τοὺς ὑφʼ αὑτὸν ταττομένους Κνωπίας Ἀλλαριώτης, ἔχων τοὺς μὲν πάντας Κρῆτας εἰς τρισχιλίους, αὐτῶν δὲ τούτων χιλίους Νεόκρητας, ἐφʼ ὧν ἐτετάχει Φίλωνα τὸν Κνώσιον. 5.65.8 καθώπλισαν δὲ καὶ Λίβυας τρισχιλίους εἰς τὸν Μακεδονικὸν τρόπον, ἐφʼ ὧν ἦν Ἀμμώνιος Βαρκαῖος.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.64.4 Polyb. 5.65.5 (English) >>Polyb. 5.66.1

Powered by PhiloLogic