Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.65.9 Polyb. 5.66.6 (English) >>Polyb. 5.67.3

5.66.3 ταῦτα δʼ ἔπραττε πλεῖστον μὲν ἀπέχων τῆς ἀληθείας, σπεύδων δὲ μὴ πολὺν χρόνον ἀποσπᾶσθαι τῶν οἰκείων τόπων, ἀλλʼ ἐν τῇ Σελευκείᾳ ποιήσασθαι τὴν τῶν δυνάμεων παραχειμασίαν διὰ τὸ προφανῶς τὸν Ἀχαιὸν ἐπιβουλεύειν μὲν τοῖς σφετέροις πράγμασι, συνεργεῖν δὲ τοῖς περὶ τὸν Πτολεμαῖον ὁμολογουμένως. 5.66.4 τούτων δὲ συγχωρηθέντων Ἀντίοχος τοὺς μὲν πρεσβευτὰς ἐξέπεμψε, παραγγείλας διασαφεῖν αὐτῷ τὴν ταχίστην τὰ δόξαντα τοῖς περὶ τὸν Πτολεμαῖον καὶ συνάπτειν εἰς Σελεύκειαν· 5.66.5 ἀπολιπὼν δὲ φυλακὰς τὰς ἁρμοζούσας ἐν τοῖς τόποις, καὶ παραδοὺς Θεοδότῳ τὴν τῶν ὅλων ἐπιμέλειαν, ἐπανῆλθε· καὶ παραγενόμενος εἰς τὴν Σελεύκειαν διαφῆκε τὰς δυνάμεις εἰς παραχειμασίαν. 5.66.6 καὶ τὸ λοιπὸν ἤδη τοῦ μὲν γυμνάζειν τοὺς ὄχλους ὠλιγώρει, πεπεισμένος οὐ προσδεήσεσθαι τὰ πράγματα μάχης διὰ τὸ τινῶν μὲν μερῶν Κοίλης Συρίας καὶ Φοινίκης ἤδη κυριεύειν, τοὺς δὲ λοιποὺς ἐλπίζειν ἐξ ἑκόντων καὶ διὰ λόγου παραλήψεσθαι, 5.66.7 μὴ τολμώντων τὸ παράπαν τῶν περὶ τὸν Πτολεμαῖον εἰς τὸν περὶ τῶν ὅλων συγκαταβαίνειν κίνδυνον. 5.66.8 ταύτην δὲ συνέβαινε τὴν διάληψιν καὶ τοὺς πρεσβευτὰς ἔχειν διὰ τὸ τὰς ἐντεύξεις αὐτοῖς τὸν Σωσίβιον ἐν τῇ Μέμφει προκαθήμενον φιλανθρώπους ποιεῖσθαι, 5.66.9 τῶν δὲ κατὰ τὴν Ἀλεξάνδρειαν παρασκευῶν μηδέποτε τοὺς διαπεμπομένους πρὸς τὸν Ἀντίοχον ἐᾶν αὐτόπτας γενέσθαι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.65.9 Polyb. 5.66.6 (English) >>Polyb. 5.67.3

Powered by PhiloLogic