5.67.1
Πλὴν καὶ τότε τῶν πρέσβεων ἀφικομένων οἱ μὲν περὶ τὸν Σωσίβιον ἕτοιμοι πρὸς πᾶν,
5.67.2 ὁ δʼ Ἀντίοχος μεγίστην ἐποιεῖτο σπουδὴν εἰς τὸ καθάπαξ καὶ τοῖς ὅπλοις καὶ τοῖς δικαίοις ἐπὶ τῶν ἐντεύξεων καταπεριεῖναι τῶν ἐκ τῆς Ἀλεξανδρείας.
5.67.3 ᾗ καὶ παραγενομένων τῶν πρεσβευτῶν εἰς τὴν Σελεύκειαν, καὶ συγκαταβαινόντων εἰς τοὺς κατὰ μέρος ὑπὲρ τῆς διαλύσεως λόγους κατὰ τὰς ὑπὸ τῶν περὶ τὸν Σωσίβιον ἐντολάς,
5.67.4 ὁ μὲν βασιλεὺς τὸ μὲν ἄρτι γεγονὸς ἀτύχημα καὶ προφανὲς ἀδίκημα περὶ τῆς ἐνεστώσης καταλήψεως τῶν περὶ Κοίλην Συρίαν τόπων οὐ δεινὸν ἐνόμιζε κατὰ τὰς δικαιολογίας,
5.67.5 τὸ δὲ πλεῖστον οὐδʼ ἐν ἀδικήματι, κατηριθμεῖτο τὴν πρᾶξιν, ὡς καθηκόντων αὐτῷ τινων ἀντιπεποιημένος,
5.67.6 τὴν δὲ πρώτην Ἀντιγόνου τοῦ Μονοφθάλμου κατάληψιν καὶ τὴν Σελεύκου δυναστείαν τῶν τόπων τούτων ἐκείνας ἔφη κυριωτάτας εἶναι καὶ δικαιοτάτας κτήσεις, καθʼ ἃς αὐτοῖς, οὐ Πτολεμαίῳ, καθήκειν τὰ κατὰ Κοίλην Συρίαν·
5.67.7 καὶ γὰρ Πτολεμαῖον διαπολεμῆσαι πρὸς Ἀντίγονον οὐχ αὑτῷ, Σελεύκῳ δὲ συγκατασκευάζοντα τὴν ἀρχὴν τῶν τόπων τούτων.
5.67.8 μάλιστα δὲ τὸ κοινὸν ἐπιέζει πάντων τῶν βασιλέων συγχώρημα, καθʼ οὓς καιροὺς Ἀντίγονον νικήσαντες, καὶ βουλευόμενοι κατὰ προαίρεσιν ὁμόσε πάντες, Κάσσανδρος, Λυσίμαχος, Σέλευκος, ἔκριναν Σελεύκου τὴν ὅλην Συρίαν ὑπάρχειν.