Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.7.1 Polyb. 5.7.7 (English) >>Polyb. 5.8.2

5.7.4 οἱ δὲ περὶ τὸν Ἄρατον, θεωροῦντες τὸν μὲν καιρὸν ὀξὺν ὄντα τῆς ἐπιβολῆς, τοὺς δὲ περὶ τὸν Λεόντιον προδήλως ἐμποδίζοντας, διεμαρτύροντο τὸν Φίλιππον μὴ παριέναι τὸν καιρὸν μηδὲ καταμέλλειν. 5.7.5 οἷς καὶ πεισθεὶς βασιλεύς, καὶ προσκόπτων ἤδη τοῖς περὶ τὸν Λεόντιον, ἐποιεῖτο τὴν πορείαν κατὰ τὸ συνεχές. 5.7.6 διαβὰς δὲ τὸν Ἀχελῷον ποταμὸν προῆγε συντόνως ὡς ἐπὶ τὸν Θέρμον· ἅμα δὲ προάγων ἐδῄου καὶ κατέφθειρε τὴν χώραν. 5.7.7 παρῄει δʼ ἐκ μὲν εὐωνύμων ἀπολιπὼν Στράτον, Ἀγρίνιον, Θεστιεῖς, ἐκ δὲ δεξιῶν Κωνώπην, Λυσιμάχειαν, Τριχώνιον, Φύταιον. 5.7.8 ἀφικόμενος δὲ πρὸς πόλιν τὴν καλουμένην Μέταπαν, κεῖται μὲν ἐπʼ αὐτῆς τῆς Τριχωνίδος λίμνης καὶ τῶν παρὰ ταύτην στενῶν, ἀπέχει δὲ σχεδὸν ἑξήκοντα στάδια τοῦ προσαγορευομένου Θέρμου, 5.7.9 ταύτην μὲν ἐκλιπόντων τῶν Αἰτωλῶν εἰσαγαγὼν πεντακοσίους στρατιώτας κατεῖχε, βουλόμενος ἐφεδρείᾳ χρήσασθαι πρός τε τὴν εἴσοδον καὶ τὴν ἔξοδον τὴν ἐκ τῶν στενῶν5.7.10 ἔστι γὰρ πᾶς παρὰ τὴν λίμνην τόπος ὀρεινὸς καὶ τραχύς, συνηγμένος ταῖς ὕλαις· διὸ καὶ παντελῶς στενὴν καὶ δυσδίοδον ἔχει τὴν πάροδον5.7.11 μετὰ δὲ ταῦτα τοὺς μὲν μισθοφόρους προθέμενος πάσης τῆς πορείας, ἐπὶ δὲ τούτοις τοὺς Ἰλλυριούς, ἑξῆς δὲ τοὺς πελταστὰς καὶ φαλαγγίτας ἔχων προῆγε διὰ τῶν στενῶν, ἀπουραγούντων μὲν αὐτῷ τῶν Κρητῶν, δεξιῶν δὲ παρὰ πλάγια τῶν Θρᾳκῶν καὶ ψιλῶν ἀντιπαραπορευομένων ταῖς χώραις.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.7.1 Polyb. 5.7.7 (English) >>Polyb. 5.8.2

Powered by PhiloLogic