Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.70.4 Polyb. 5.70.12 (English) >>Polyb. 5.71.6

5.70.8 προκαλεσάμενος γὰρ εἰς ἀκροβολισμὸν τοὺς ἀπὸ τῆς πόλεως καὶ συγκαταβιβάσας ἐπὶ πολὺ τοὺς προκινδυνεύοντας, κἄπειτα πάλιν ἐκ μεταβολῆς τῶν φευγόντων καὶ διαναστάσεως τῶν ἐγκαθημένων συμβαλών, πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, 5.70.9 τέλος δʼ ἐπακολουθήσας καὶ προκαταπληξάμενος ἐξ ἐφόδου παρέλαβε καὶ ταύτην τὴν πόλιν. 5.70.10 κατὰ δὲ τὸν καιρὸν τοῦτον Κεραίας, εἷς τῶν ὑπὸ Πτολεμαῖον ταττομένων ὑπάρχων, ἀπέστη πρὸς αὐτόν· χρησάμενος μεγαλοπρεπῶς πολλοὺς ἐμετεώρισε τῶν παρὰ τοῖς ἐναντίοις ἡγεμόνων· 5.70.11 Ἱππόλοχος γοῦν Θετταλὸς οὐ μετὰ πολὺ τετρακοσίους ἱππεῖς ἧκεν ἔχων πρὸς αὐτὸν τῶν ὑπὸ Πτολεμαῖον ταττομένων. 5.70.12 ἀσφαλισάμενος δὲ καὶ τὸ Ἀταβύριον ἀνέζευξε, καὶ προάγων παρέλαβε Πέλλαν καὶ

5.71.1

Καμοῦν καὶ Γεφροῦν. τοιαύτης δὲ γενομένης τῆς εὐροίας, οἱ τὴν παρακειμένην Ἀραβίαν κατοικοῦντες, παρακαλέσαντες σφᾶς αὐτούς, ὁμοθυμαδὸν αὐτῷ προσέθεντο πάντες. 5.71.2 προσλαβὼν δὲ καὶ τὴν παρὰ τούτων ἐλπίδα καὶ χορηγίαν προῆγε, καὶ κατασχὼν εἰς τὴν Γαλᾶτιν γίνεται Ἀβίλων καὶ τῶν εἰς αὐτὰ παραβεβοηθηκότων, ὧν ἡγεῖτο Νικίας, ἀναγκαῖος ὢν καὶ συγγενὴς Μεννέου. 5.71.3 καταλειπομένων δʼ ἔτι τῶν Γαδάρων, δοκεῖ τῶν κατʼ ἐκείνους τοὺς τόπους ὀχυρότητι διαφέρειν, προσστρατοπεδεύσας αὐτοῖς καὶ συστησάμενος ἔργα ταχέως κατεπλήξατο καὶ παρέλαβε τὴν πόλιν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.70.4 Polyb. 5.70.12 (English) >>Polyb. 5.71.6

Powered by PhiloLogic