Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.71.5 Polyb. 5.71.12 (English) >>Polyb. 5.72.8

5.71.9 συνεχῶς δὲ καταπειράζοντες τῆς πόλεως οὐ μὴν ἤνυον τῆς ἐπιβολῆς οὐδὲν διὰ τὸ πλῆθος τῶν εἰς τὴν πόλιν συνδεδραμηκότων ἀνδρῶν, ἕως οὗ τῶν αἰχμαλώτων τινὸς ὑποδείξαντος τὸν ὑπόνομον, διʼ οὗ κατέβαινον ἐπὶ τὴν ὑδρείαν οἱ πολιορκούμενοι, τοῦτον ἀναρρήξαντες ἐνέφραξαν ὕλῃ καὶ λίθοις καὶ παντὶ τῷ τοιούτῳ γένει. 5.71.10 τότε δὲ συνείξαντες οἱ κατὰ τὴν πόλιν διὰ τὴν ἀνυδρίαν παρέδοσαν αὑτούς. 5.71.11 οὗ γενομένου κυριεύσας τῶν Ῥαββαταμάνων ἐπὶ μὲν τούτων ἀπέλιπε Νίκαρχον μετὰ φυλακῆς τῆς ἁρμοζούσης· Ἱππόλοχον δὲ καὶ Κεραίαν τοὺς ἀποστάντας μετὰ πεζῶν πεντακισχιλίων ἐξαποστείλας ἐπὶ τοὺς κατὰ Σαμάρειαν τόπους, καὶ συντάξας προκαθῆσθαι καὶ πᾶσι τὴν ἀσφάλειαν προκατασκευάζειν τοῖς ὑπʼ αὐτὸν ταττομένοις, 5.71.12 ἀνέζευξε μετὰ τῆς δυνάμεως ὡς ἐπὶ Πτολεμαΐδος, ἐκεῖ ποιεῖσθαι διεγνωκὼς τὴν παραχειμασίαν.

5.72.1

Κατὰ δὲ τὴν αὐτὴν θερείαν Πεδνηλισσεῖς, πολιορκούμενοι καὶ κινδυνεύοντες ὑπὸ Σελγέων, διεπέμψαντο περὶ βοηθείας πρὸς Ἀχαιόν. 5.72.2 τοῦ δʼ ἀσμένως ὑπακούσαντος, οὗτοι μὲν εὐθαρσῶς ὑπέμενον τὴν πολιορκίαν, προσανέχοντες ταῖς ἐλπίσι τῆς βοηθείας, 5.72.3 δʼ Ἀχαιός, προχειρισάμενος Γαρσύηριν μετὰ πεζῶν ἑξακισχιλίων, ἱππέων δὲ πεντακοσίων, ἐξαπέστειλε σπουδῇ παραβοηθήσοντα τοῖς Πεδνηλισσεῦσιν. 5.72.4 οἱ δὲ Σελγεῖς, συνέντες τὴν παρουσίαν τῆς βοηθείας, προκατελάβοντο τὰ στενὰ τὰ περὶ τὴν καλουμένην Κλίμακα τῷ πλείονι μέρει τῆς ἑαυτῶν δυνάμεως, καὶ τὴν μὲν εἰσβολὴν τὴν ἐπὶ Σάπορδα κατεῖχον, τὰς δὲ διόδους καὶ προσβάσεις πάσας ἔφθειρον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.71.5 Polyb. 5.71.12 (English) >>Polyb. 5.72.8

Powered by PhiloLogic