Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.72.1 Polyb. 5.72.9 (English) >>Polyb. 5.73.7

5.72.6 ἀναζεύξας ἦγε πάλιν εἰς τοὐπίσω τὴν πορείαν, ὡς ἀπεγνωκὼς τὴν βοήθειαν διὰ τὸ προκατέχεσθαι τοὺς τόπους. οἱ δὲ Σελγεῖς προχείρως πιστεύσαντες, 5.72.7 ὡς ἀπεγνωκότος βοηθεῖν Γαρσυήριδος, οἱ μὲν εἰς τὸ στρατόπεδον ἀπεχώρησαν, οἱ δʼ εἰς τὴν πόλιν διὰ τὸ κατεπείγειν τὴν τοῦ σίτου κομιδήν. 5.72.8 δὲ Γαρσύηρις, ἐξ ἐπιστροφῆς ἐνεργὸν ποιησάμενος τὴν πορείαν, ἧκε πρὸς τὰς ὑπερβολάς. καταλαβὼν δʼ ἐρήμους, ταύτας μὲν ἠσφαλίσατο φυλακαῖς, Φάϋλλον ἐπὶ πάντων ἐπιστήσας, 5.72.9 αὐτὸς δὲ μετὰ τῆς στρατιᾶς εἰς Πέργην κατάρας ἐντεῦθεν ἐποιεῖτο τὰς διαπρεσβείας πρός τε τοὺς ἄλλους τοὺς τὴν Πισιδικὴν κατοικοῦντας καὶ πρὸς τὴν Παμφυλίαν, 5.72.10 ὑποδεικνύων μὲν τὸ τῶν Σελγέων βάρος, παρακαλῶν δὲ πάντας πρὸς τὴν Ἀχαιοῦ συμμαχίαν καὶ πρὸς τὴν βοήθειαν τοῖς

5.73.1

Πεδνηλισσεῦσιν. οἱ δὲ Σελγεῖς κατὰ τὸν καιρὸν τοῦτον, στρατηγὸν ἐξαποστείλαντες μετὰ δυνάμεως, ἤλπισαν καταπληξάμενοι ταῖς τῶν τόπων ἐμπειρίαις ἐκβαλεῖν τὸν Φάϋλλον ἐκ τῶν ὀχυρωμάτων. 5.73.2 οὐ καθικόμενοι δὲ τῆς προθέσεως, ἀλλὰ πολλοὺς ἀποβαλόντες τῶν στρατιωτῶν ἐν ταῖς προσβολαῖς, ταύτης μὲν τῆς ἐλπίδος ἀπέστησαν, τῇ δὲ πολιορκίᾳ καὶ τοῖς ἔργοις οὐχ ἧττον, ἀλλὰ μᾶλλον πρὸ τοῦ προσεκαρτέρουν. 5.73.3 τοῖς δὲ περὶ Γαρσύηριν Ἐτεννεῖς μὲν οἱ τῆς Πισιδικῆς τὴν ὑπὲρ Σίδης ὀρεινὴν κατοικοῦντες, ὀκτακισχιλίους ὁπλίτας ἔπεμψαν, Ἀσπένδιοι δὲ τοὺς ἡμίσεις·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.72.1 Polyb. 5.72.9 (English) >>Polyb. 5.73.7

Powered by PhiloLogic