Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.73.1 Polyb. 5.73.9 (English) >>Polyb. 5.74.1

5.73.6 τῶν δὲ Πεδνηλισσέων πιεζομένων ὑπὸ τῆς ἐνδείας, Γαρσύηρις σπεύδων ποιεῖν τὰ δυνατά, δισχιλίους ἑτοιμάσας ἄνδρας καὶ δοὺς ἑκάστῳ μέδιμνον πυρῶν, νυκτὸς εἰς τὴν Πεδνηλισσὸν εἰσέπεμπε. 5.73.7 τῶν δὲ Σελγέων συνέντων τὸ γινόμενον καὶ παραβοηθησάντων, συνέβη τῶν μὲν ἀνδρῶν τῶν εἰσφερόντων κατακοπῆναι τοὺς πλείστους, τοῦ δὲ σίτου παντὸς κυριεῦσαι τοὺς Σελγεῖς. 5.73.8 οἷς ἐπαρθέντες ἐνεχείρησαν οὐ μόνον τὴν πόλιν, ἀλλὰ καὶ τοὺς περὶ τὸν Γαρσύηριν πολιορκεῖν· ἔχουσι γὰρ δή τι τολμηρὸν ἀεὶ καὶ παράβολον ἐν τοῖς πολεμίοις οἱ Σελγεῖς. 5.73.9 διʼ καὶ τότε καταλιπόντες φυλακὴν τὴν ἀναγκαίαν τοῦ χάρακος, τοῖς λοιποῖς περιστάντες κατὰ πλείους τόπους ἅμα προσέβαλον εὐθαρσῶς τῇ τῶν ὑπεναντίων παρεμβολῇ. 5.73.10 πανταχόθεν δὲ τοῦ κινδύνου παραδόξως περιεστῶτος, κατὰ δέ τινας τόπους καὶ τοῦ χάρακος ἤδη διασπωμένου, θεωρῶν Γαρσύηρις τὸ συμβαῖνον καὶ μοχθηρὰς ἐλπίδας ἔχων ὑπὲρ τῶν ὅλων, ἐξέπεμψε τοὺς ἱππεῖς κατά τινα τόπον ἀφυλακτούμενον· 5.73.11 οὓς νομίσαντες οἱ Σελγεῖς καταπεπληγμένους καὶ δεδιότας τὸ μέλλον ἀποχωρήσειν οὐ προσέσχον, ἀλλʼ ἁπλῶς ὠλιγώρησαν. 5.73.12 οἱ δὲ περιιππεύσαντες καὶ γενόμενοι κατὰ νώτου τοῖς πολεμίοις ἐνέβαλον, καὶ προσέφερον τὰς χεῖρας ἐρρωμένως. 5.73.13 οὗ συμβαίνοντος ἀναθαρρήσαντες οἱ τοῦ Γαρσυήριδος πεζοί, καίπερ ἤδη τετραμμένοι, πάλιν ἐκ μεταβολῆς ἠμύνοντο τοὺς εἰσπίπτοντας·


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.73.1 Polyb. 5.73.9 (English) >>Polyb. 5.74.1

Powered by PhiloLogic