Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.75.5 Polyb. 5.76.2 (English) >>Polyb. 5.76.9

5.75.9 ἀλλὰ πράττειν βλέποντας εἰς τὴν ὑποδεικνυμένην φιλανθρωπίαν ὑπʼ Ἀχαιοῦ, καὶ τέλος ἐπιθεῖναι ταῖς συνθήκαις πανδημεὶ βουλευσαμένους ὑπὲρ τῶν ἐνεστώτων. 5.75.10 ταχὺ δὲ συναθροισθείσης τῆς ἐκκλησίας, οὗτοι μὲν ἐβουλεύοντο, καλέσαντες καὶ τοὺς ἀπὸ τῶν φυλακείων ἅπαντας, ὡς τέλος ἐπιθήσοντας τοῖς προκειμένοις·

5.76.1

δὲ Λόγβασις ἀποδοὺς τὸ σύνθημα τοῦ καιροῦ τοῖς ὑπεναντίοις ἡτοίμαζε τοὺς ἡθροισμένους κατὰ τὴν οἰκίαν, διεσκευάζετο δὲ καὶ καθωπλίζετο μετὰ τῶν υἱῶν αὐτὸς ἅμα πρὸς τὸν κίνδυνον. 5.76.2 τῶν δὲ πολεμίων μὲν Ἀχαιὸς τοὺς μὲν ἡμίσεις ἔχων προέβαινε πρὸς αὐτὴν τὴν πόλιν, δὲ Γαρσύηρις τοὺς ὑπολειπομένους ἀναλαβὼν προῆγεν ὡς ἐπὶ τὸ Κεσβέδιον καλούμενον. τοῦτο δʼ ἐστὶ μὲν Διὸς ἱερόν, κεῖται δʼ εὐφυῶς κατὰ τῆς πόλεως· ἄκρας γὰρ λαμβάνει διάθεσιν. 5.76.3 συνθεασαμένου δέ τινος κατὰ τύχην αἰπόλου τὸ συμβαῖνον καὶ προσαγγείλαντος πρὸς τὴν ἐκκλησίαν, οἱ μὲν ἐπὶ τὸ Κεσβέδιον ὥρμων μετὰ σπουδῆς, οἱ δʼ ἐπὶ τὰ φυλακεῖα, τὸ δὲ πλῆθος ὑπὸ τὸν θυμὸν ἐπὶ τὴν οἰκίαν τοῦ Λογβάσιος. 5.76.4 καταφανοῦς δὲ τῆς πράξεως γενομένης, οἱ μὲν αὐτῶν ἐπὶ τὸ τέγος ἀναβάντες, οἱ δὲ ταῖς αὐλείοις βιασάμενοι, τόν τε Λόγβασιν καὶ τοὺς υἱούς, ἅμα δὲ καὶ τοὺς ἄλλους πάντας αὐτοῦ κατεφόνευσαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.75.5 Polyb. 5.76.2 (English) >>Polyb. 5.76.9

Powered by PhiloLogic