Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.77.8 Polyb. 5.78.6 (English) >>Polyb. 5.79.7

5.78.4 ἅμα μὲν γὰρ ἠγωνία μὴ πρὸς τὸν Ἀχαιὸν ἀπονεύσαντες συνεπίθωνται τοῖς αὑτοῦ πράγμασιν, ἅμα δʼ ὑφεωρᾶτο τὴν ἐξακολουθοῦσαν αὐτῷ φήμην, ἐὰν περιστήσας τοὺς στρατιώτας διαφθείρῃ πάντας τοὺς δοκοῦντας διὰ τῆς ἰδίας πίστεως πεποιῆσθαι τὴν εἰς τὴν Ἀσίαν διάβασιν. 5.78.5 διὸ τῆς προειρημένης ἀφορμῆς λαβόμενος ἐπηγγείλατο κατὰ μὲν τὸ παρὸν ἀποκαταστήσειν αὐτοὺς πρὸς τὴν διάβασιν καὶ τόπον δώσειν εὐφυῆ πρὸς κατοικίαν, μετὰ δὲ ταῦτα συμπράξειν εἰς ὁπόσʼ ἂν αὐτὸν παρακαλῶσι τῶν δυνατῶν καὶ καλῶς ἐχόντων.

Ἄτταλος μὲν οὖν, 5.78.6 ἀποκαταστήσας τοὺς Αἰγοσάγας εἰς τὸν Ἑλλήσποντον καὶ χρηματίσας φιλανθρώπως Λαμψακηνοῖς, Ἀλεξανδρεῦσιν, Ἰλιεῦσι, διὰ τὸ τετηρηκέναι τούτους τὴν πρὸς αὐτὸν πίστιν, ἀνεχώρησε μετὰ τῆς δυνάμεως εἰς Πέργαμον·

5.79.1

Ἀντίοχος δὲ καὶ Πτολεμαῖος, τῆς ἐαρινῆς ὥρας ἐνισταμένης, ἑτοίμας ἔχοντες τὰς παρασκευὰς ἐγίνοντο πρὸς τῷ διὰ μάχης κρίνειν τὴν ἔφοδον. 5.79.2 οἱ μὲν οὖν περὶ τὸν Πτολεμαῖον ὥρμησαν ἐκ τῆς Ἀλεξανδρείας, ἔχοντες πεζῶν μὲν εἰς ἑπτὰ μυριάδας, ἱππεῖς δὲ πεντακισχιλίους, ἐλέφαντας ἑβδομήκοντα τρεῖς· 5.79.3 Ἀντίοχος δὲ γνοὺς τὴν ἔφοδον αὐτῶν συνῆγε τὰς δυνάμεις. ἦσαν δʼ αὗται Δάαι μὲν καὶ Καρμάνιοι καὶ Κίλικες εἰς τὸν τῶν εὐζώνων τρόπον καθωπλισμένοι περὶ πεντακισχιλίους· τούτων δʼ ἅμα τὴν ἐπιμέλειαν εἶχε καὶ τὴν ἡγεμονίαν Βύττακος Μακεδών.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.77.8 Polyb. 5.78.6 (English) >>Polyb. 5.79.7

Powered by PhiloLogic