Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.79.3 Polyb. 5.79.12 (English) >>Polyb. 5.80.7

5.79.8 Ἄραβες δὲ καί τινες τῶν τούτοις προσχώρων ἦσαν μὲν εἰς μυρίους, ὑπετάττοντο δὲ Ζαβδιβήλῳ. 5.79.9 τῶν δʼ ἀπὸ τῆς Ἑλλάδος μισθοφόρων ἡγεῖτο μὲν Ἱππόλοχος Θετταλός, ὑπῆρχον δὲ τὸν ἀριθμὸν εἰς πεντακισχιλίους. 5.79.10 Κρῆτας δὲ χιλίους μὲν καὶ πεντακοσίους εἶχε τοὺς μετʼ Εὐρυλόχου, χιλίους δὲ Νεόκρητας τοὺς ὑπὸ Ζέλυν τὸν Γορτύνιον ταττομένους· 5.79.11 οἷς ἅμα συνῆσαν ἀκοντισταὶ Λυδοὶ πεντακόσιοι καὶ Κάρδακες οἱ μετὰ Λυσιμάχου τοῦ Γαλάτου χίλιοι. 5.79.12 τῶν δʼ ἱππέων ἦν τὸ πᾶν πλῆθος εἰς ἑξακισχιλίους· εἶχε δὲ τῶν μὲν τετρακισχιλίων τὴν ἡγεμονίαν Ἀντίπατρος τοῦ βασιλέως ἀδελφιδοῦς, ἐπὶ δὲ τῶν λοιπῶν ἐτέτακτο Θεμίσων. 5.79.13 καὶ τῆς μὲν Ἀντιόχου δυνάμεως τὸ πλῆθος ἦν πεζοὶ μὲν ἑξακισμύριοι καὶ δισχίλιοι, σὺν δὲ τούτοις ἱππεῖς ἑξακισχίλιοι, θηρία δὲ δυσὶ πλείω τῶν ἑκατόν.

5.80.1

Πτολεμαῖος δὲ ποιησάμενος τὴν πορείαν ἐπὶ Πηλουσίου, τὸ μὲν πρῶτον ἐν ταύτῃ τῇ πόλει κατέζευξε, 5.80.2 προσαναλαβὼν δὲ τοὺς ἐφελκομένους καὶ σιτομετρήσας τὴν δύναμιν ἐκίνει, καὶ προῆγε ποιούμενος τὴν πορείαν παρὰ τὸ Κάσιον καὶ τὰ Βάραθρα καλούμενα διὰ τῆς ἀνύδρου. 5.80.3 διανύσας δʼ ἐπὶ τὸ προκείμενον πεμπταῖος, κατεστρατοπέδευσε πεντήκοντα σταδίους ἀποσχὼν Ῥαφίας, κεῖται μετὰ Ῥινοκόλουρα πρώτη τῶν κατὰ Κοίλην Συρίαν πόλεων ὡς πρὸς τὴν Αἴγυπτον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.79.3 Polyb. 5.79.12 (English) >>Polyb. 5.80.7

Powered by PhiloLogic