Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.78.5 Polyb. 5.79.4 (English) >>Polyb. 5.80.1

5.79.2 οἱ μὲν οὖν περὶ τὸν Πτολεμαῖον ὥρμησαν ἐκ τῆς Ἀλεξανδρείας, ἔχοντες πεζῶν μὲν εἰς ἑπτὰ μυριάδας, ἱππεῖς δὲ πεντακισχιλίους, ἐλέφαντας ἑβδομήκοντα τρεῖς· 5.79.3 Ἀντίοχος δὲ γνοὺς τὴν ἔφοδον αὐτῶν συνῆγε τὰς δυνάμεις. ἦσαν δʼ αὗται Δάαι μὲν καὶ Καρμάνιοι καὶ Κίλικες εἰς τὸν τῶν εὐζώνων τρόπον καθωπλισμένοι περὶ πεντακισχιλίους· τούτων δʼ ἅμα τὴν ἐπιμέλειαν εἶχε καὶ τὴν ἡγεμονίαν Βύττακος Μακεδών. 5.79.4 ὑπὸ δὲ Θεόδοτον τὸν Αἰτωλὸν τὸν ποιησάμενον τὴν προδοσίαν ἦσαν ἐκ πάσης ἐκλελεγμένοι τῆς βασιλείας, καθωπλισμένοι δʼ εἰς τὸν Μακεδονικὸν τρόπον, ἄνδρες μύριοι· τούτων οἱ πλείονες ἀργυράσπιδες. 5.79.5 τὸ δὲ τῆς φάλαγγος πλῆθος ἦν εἰς δισμυρίους, ἧς ἡγεῖτο Νίκαρχος καὶ Θεόδοτος καλούμενος ἡμιόλιος. 5.79.6 πρὸς δὲ τούτοις Ἀγριᾶνες καὶ Πέρσαι τοξόται καὶ σφενδονῆται δισχίλιοι. μετὰ δὲ τούτων χίλιοι Θρᾷκες, ὧν ἡγεῖτο Μενέδημος Ἀλαβανδεύς. 5.79.7 ὑπῆρχον δὲ καὶ Μήδων καὶ Κισσίων καὶ Καδουσίων καὶ Καρμανῶν οἱ πάντες εἰς πεντακισχιλίους, οἷς ἀκούειν Ἀσπασιανοῦ προσετέτακτο τοῦ Μήδου. 5.79.8 Ἄραβες δὲ καί τινες τῶν τούτοις προσχώρων ἦσαν μὲν εἰς μυρίους, ὑπετάττοντο δὲ Ζαβδιβήλῳ. 5.79.9 τῶν δʼ ἀπὸ τῆς Ἑλλάδος μισθοφόρων ἡγεῖτο μὲν Ἱππόλοχος Θετταλός, ὑπῆρχον δὲ τὸν ἀριθμὸν εἰς πεντακισχιλίους. 5.79.10 Κρῆτας δὲ χιλίους μὲν καὶ πεντακοσίους εἶχε τοὺς μετʼ Εὐρυλόχου, χιλίους δὲ Νεόκρητας τοὺς ὑπὸ Ζέλυν τὸν Γορτύνιον ταττομένους·


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.78.5 Polyb. 5.79.4 (English) >>Polyb. 5.80.1

Powered by PhiloLogic