Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.7.5 Polyb. 5.8.2 (English) >>Polyb. 5.8.7

5.7.11 μετὰ δὲ ταῦτα τοὺς μὲν μισθοφόρους προθέμενος πάσης τῆς πορείας, ἐπὶ δὲ τούτοις τοὺς Ἰλλυριούς, ἑξῆς δὲ τοὺς πελταστὰς καὶ φαλαγγίτας ἔχων προῆγε διὰ τῶν στενῶν, ἀπουραγούντων μὲν αὐτῷ τῶν Κρητῶν, δεξιῶν δὲ παρὰ πλάγια τῶν Θρᾳκῶν καὶ ψιλῶν ἀντιπαραπορευομένων ταῖς χώραις. 5.7.12 τὴν μὲν γὰρ ἐκ τῶν εὐωνύμων ἐπιφάνειαν τῆς πορείας ἠσφάλισθʼ λίμνη σχεδὸν ἐπὶ τριάκοντα στάδια.

5.8.1

ἀνύσας δὲ τοὺς προειρημένους τόπους, καὶ παραγενόμενος πρὸς τὴν καλουμένην κώμην Παμφίαν, ὁμοίως καὶ ταύτην ἀσφαλισάμενος φρουρᾷ προέβαινε πρὸς τὸν Θέρμον, ὁδὸν οὐ μόνον προσάντη καὶ τραχεῖαν διαφερόντως, ἀλλὰ καὶ κρημνοὺς ἐξ ἑκατέρου τοῦ μέρους ἔχουσαν βαθεῖς, 5.8.2 ὥστε καὶ λίαν ἐπισφαλῆ καὶ στενὴν τὴν πάροδον εἶναι κατʼ ἐνίους τόπους, τῆς πάσης ἀναβάσεως οὔσης σχεδὸν ἐπὶ τριάκοντα στάδια. 5.8.3 διανύσας δὲ καὶ ταύτην ἐν βραχεῖ χρόνῳ διὰ τὸ τοὺς Μακεδόνας ἐνεργὸν ποιεῖσθαι τὴν πορείαν, 5.8.4 ἧκε πολλῆς ὥρας ἐπὶ τὸν Θέρμον, καὶ καταστρατοπεδεύσας ἐφῆκε τὴν δύναμιν τάς τε περιοικίδας κώμας πορθεῖν καὶ τὸ τῶν Θερμίων πεδίον ἐπιτρέχειν, ὁμοίως δὲ καὶ τὰς οἰκίας τὰς ἐν αὐτῷ τῷ Θέρμῳ διαρπάζειν, οὔσας πλήρεις οὐ μόνον σίτου καὶ τῆς τοιαύτης χορηγίας, ἀλλὰ καὶ κατασκευῆς διαφερούσης τῶν παρʼ Αἰτωλῶν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.7.5 Polyb. 5.8.2 (English) >>Polyb. 5.8.7

Powered by PhiloLogic