Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.8.3 Polyb. 5.8.9 (English) >>Polyb. 5.9.5

5.8.6 χωρὶς δὲ τῆς χρείας καὶ τὴν ἀσφάλειαν ἤλπιζον ἐνταυθοῖ βεβαιοτάτην αὑτοῖς ὑπάρχειν, διὰ τὸ μήτε πολέμιον τετολμηκέναι μηδένα πώποτε εἰς τοὺς τόπους τούτους ἐμβαλεῖν, εἶναί τε τῇ φύσει τοιούτους ὥστε τῆς συμπάσης Αἰτωλίας οἷον ἀκροπόλεως ἔχειν τάξιν. 5.8.7 διότιπερ εἰρηνευομένης ἐκ παλαιοῦ τῆς χώρας πλήρεις ἦσαν ἀγαθῶν πολλῶν αἵ τε περὶ τὸ ἱερὸν οἰκίαι καὶ πάντες οἱ πέριξ τόποι. 5.8.8 ἐκείνην μὲν οὖν τὴν νύκτα παντοδαπῆς γέμοντες ὠφελείας αὐτοῦ κατηυλίσθησαν· τῇ δʼ ἐπαύριον τῆς μὲν κατασκευῆς τὰ πολυτελέστατα καὶ τὰ δυνατὰ κομίζεσθαι διέλεγον, τὰ δὲ λοιπὰ σωρεύοντες πρὸ τῶν σκηνῶν ἐνεπίμπρασαν. 5.8.9 ὁμοίως δὲ καὶ τῶν ὅπλων τῶν ἐν ταῖς στοαῖς ἀνακειμένων τὰ μὲν πολυτελῆ καθαιροῦντες ἀπεκόμιζον, τινὰ δʼ ὑπήλλαττον, τὰ δὲ λοιπὰ συναθροίσαντες πῦρ ἐνέβαλον. ἦν δὲ ταῦτα πλείω τῶν μυρίων καὶ πεντακισχιλίων.

5.9.1

Καὶ ἕως μὲν τούτου πάντα κατὰ τοὺς τοῦ πολέμου· νόμους καλῶς καὶ δικαίως ἐπράττετο· τὰ δὲ μετὰ ταῦτα πῶς χρὴ λέγειν οὐκ οἶδα. 5.9.2 λαβόντες γὰρ ἔννοιαν τῶν ἐν Δίῳ καὶ Δωδώνῃ πεπραγμένων τοῖς Αἰτωλοῖς, τάς τε στοὰς ἐνεπίμπρασαν καὶ τὰ λοιπὰ τῶν ἀναθημάτων διέφθειρον, ὄντα πολυτελῆ ταῖς κατασκευαῖς καὶ πολλῆς ἐπιμελείας ἔνια τετευχότα καὶ δαπάνης.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.8.3 Polyb. 5.8.9 (English) >>Polyb. 5.9.5

Powered by PhiloLogic