Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.79.5 Polyb. 5.80.2 (English) >>Polyb. 5.81.3

5.79.12 τῶν δʼ ἱππέων ἦν τὸ πᾶν πλῆθος εἰς ἑξακισχιλίους· εἶχε δὲ τῶν μὲν τετρακισχιλίων τὴν ἡγεμονίαν Ἀντίπατρος τοῦ βασιλέως ἀδελφιδοῦς, ἐπὶ δὲ τῶν λοιπῶν ἐτέτακτο Θεμίσων. 5.79.13 καὶ τῆς μὲν Ἀντιόχου δυνάμεως τὸ πλῆθος ἦν πεζοὶ μὲν ἑξακισμύριοι καὶ δισχίλιοι, σὺν δὲ τούτοις ἱππεῖς ἑξακισχίλιοι, θηρία δὲ δυσὶ πλείω τῶν ἑκατόν.

5.80.1

Πτολεμαῖος δὲ ποιησάμενος τὴν πορείαν ἐπὶ Πηλουσίου, τὸ μὲν πρῶτον ἐν ταύτῃ τῇ πόλει κατέζευξε, 5.80.2 προσαναλαβὼν δὲ τοὺς ἐφελκομένους καὶ σιτομετρήσας τὴν δύναμιν ἐκίνει, καὶ προῆγε ποιούμενος τὴν πορείαν παρὰ τὸ Κάσιον καὶ τὰ Βάραθρα καλούμενα διὰ τῆς ἀνύδρου. 5.80.3 διανύσας δʼ ἐπὶ τὸ προκείμενον πεμπταῖος, κατεστρατοπέδευσε πεντήκοντα σταδίους ἀποσχὼν Ῥαφίας, κεῖται μετὰ Ῥινοκόλουρα πρώτη τῶν κατὰ Κοίλην Συρίαν πόλεων ὡς πρὸς τὴν Αἴγυπτον. 5.80.4 κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀντίοχος ἧκε τὴν δύναμιν ἔχων, παραγενόμενος δʼ εἰς Γάζαν καὶ προσαναλαβὼν ἐνταῦθα τὴν δύναμιν αὖθις προῄει βάδην. καὶ παραλλάξας τὴν προειρημένην πόλιν κατεστρατοπέδευσε νυκτός, ἀποσχὼν τῶν ὑπεναντίων ὡς δέκα σταδίους. 5.80.5 τὸ μὲν οὖν πρῶτον ἐν τούτῳ τῷ διαστήματι γεγονότες ἀντεστρατοπέδευον ἀλλήλοις· 5.80.6 μετὰ δέ τινας ἡμέρας Ἀντίοχος, ἅμα τόπον βουλόμενος εὐφυέστερον μεταλαβεῖν καὶ ταῖς δυνάμεσιν ἐμποιῆσαι θάρσος, προσεστρατοπέδευσε τοῖς περὶ τὸν Πτολεμαῖον, ὥστε μὴ πλεῖον τῶν πέντε σταδίων τοὺς χάρακας ἀπέχειν ἀλλήλων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.79.5 Polyb. 5.80.2 (English) >>Polyb. 5.81.3

Powered by PhiloLogic