Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.79.12 Polyb. 5.80.7 (English) >>Polyb. 5.81.7

5.80.4 κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀντίοχος ἧκε τὴν δύναμιν ἔχων, παραγενόμενος δʼ εἰς Γάζαν καὶ προσαναλαβὼν ἐνταῦθα τὴν δύναμιν αὖθις προῄει βάδην. καὶ παραλλάξας τὴν προειρημένην πόλιν κατεστρατοπέδευσε νυκτός, ἀποσχὼν τῶν ὑπεναντίων ὡς δέκα σταδίους. 5.80.5 τὸ μὲν οὖν πρῶτον ἐν τούτῳ τῷ διαστήματι γεγονότες ἀντεστρατοπέδευον ἀλλήλοις· 5.80.6 μετὰ δέ τινας ἡμέρας Ἀντίοχος, ἅμα τόπον βουλόμενος εὐφυέστερον μεταλαβεῖν καὶ ταῖς δυνάμεσιν ἐμποιῆσαι θάρσος, προσεστρατοπέδευσε τοῖς περὶ τὸν Πτολεμαῖον, ὥστε μὴ πλεῖον τῶν πέντε σταδίων τοὺς χάρακας ἀπέχειν ἀλλήλων. 5.80.7 ἐν καιρῷ περί τε τὰς ὑδρείας καὶ προνομὰς ἐγίνοντο συμπλοκαὶ πλείους, ὁμοίως δὲ καὶ μεταξὺ τῶν στρατοπέδων ἀκροβολισμοὶ συνίσταντο, ποτὲ μὲν ἱππέων, ποτὲ δὲ καὶ πεζῶν.

5.81.1

Κατὰ δὲ τὸν καιρὸν τοῦτον Θεόδοτος Αἰτωλικῇ μέν, οὐκ ἀνάνδρῳ δʼ ἐπεβάλετο τόλμῃ καὶ πράξει. 5.81.2 συνειδὼς γὰρ ἐκ τῆς προγεγενημένης συμβιώσεως τὴν τοῦ βασιλέως αἵρεσιν καὶ δίαιταν ποία τις ἦν, εἰσπορεύεται τρίτος γενόμενος ὑπὸ τὴν ἑωθινὴν εἰς τὸν τῶν πολεμίων χάρακα. 5.81.3 κατὰ μὲν οὖν τὴν ὄψιν ἄγνωστος ἦν διὰ τὸ σκότος, κατὰ δὲ τὴν ἐσθῆτα καὶ τὴν ἄλλην περικοπὴν ἀνεπισήμαντος διὰ τὸ ποικίλην εἶναι κἀκείνων τὴν δύναμιν. 5.81.4 ἐστοχασμένος δʼ ἐν ταῖς πρότερον ἡμέραις τῆς τοῦ βασιλέως σκηνῆς διὰ τὸ παντελῶς σύνεγγυς γίνεσθαι τοὺς ἀκροβολισμούς, ὥρμησε θρασέως ἐπʼ αὐτήν, καὶ τοὺς μὲν πρώτους πάντας διελθὼν ἔλαθε,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.79.12 Polyb. 5.80.7 (English) >>Polyb. 5.81.7

Powered by PhiloLogic