Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.81 Polyb. 5.82 (English) >>Polyb. 5.83

5.82.1

Οἱ δὲ βασιλεῖς πένθʼ ἡμέρας ἀντιστρατοπεδεύσαντες ἀλλήλοις, ἔγνωσαν ἀμφότεροι διὰ μάχης κρίνειν τὰ πράγματα. 5.82.2 καταρχομένων δὲ τῶν περὶ τὸν Πτολεμαῖον κινεῖν τὴν δύναμιν ἐκ τοῦ χάρακος, εὐθέως οἱ περὶ τὸν Ἀντίοχον ἀντεξῆγον. καὶ τὰς μὲν φάλαγγας ἀμφότεροι καὶ τοὺς ἐπιλέκτους τοὺς εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένους κατὰ πρόσωπον ἀλλήλων ἔταξαν, 5.82.3 τὰ δὲ κέρατα Πτολεμαίῳ μὲν ἑκάτερα τουτονὶ συνίστατο τὸν τρόπον. Πολυκράτης μὲν εἶχε μετὰ τῶν ὑφʼ ἑαυτὸν ἱππέων τὸ λαιὸν κέρας· 5.82.4 τούτου δὲ καὶ τῆς φάλαγγος μεταξὺ Κρῆτες ἦσαν παρʼ αὐτοὺς τοὺς ἱππεῖς, ἑξῆς δὲ τούτοις τὸ βασιλικὸν ἄγημα, μετὰ δὲ τούτους οἱ μετὰ Σωκράτους πελτασταί, συνάπτοντες τοῖς Λίβυσι τοῖς εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένοις. 5.82.5 ἐπὶ δὲ τοῦ δεξιοῦ κέρως Ἐχεκράτης ἦν Θετταλός, ἔχων τοὺς ὑφʼ αὑτὸν ἱππεῖς· παρὰ δὲ τοῦτον ἐκ τῶν εὐωνύμων. 5.82.6 ἵσταντο Γαλάται καὶ Θρᾷκες· ἑξῆς δὲ τούτοις Φοξίδας εἶχε τοὺς ἀπὸ τῆς Ἑλλάδος μισθοφόρους, συνάπτοντας τοῖς τῶν Αἰγυπτίων φαλαγγίταις. 5.82.7 τῶν δὲ θηρίων τὰ μὲν τετταράκοντα κατὰ τὸ λαιὸν ἦν, ἐφʼ οὗ Πτολεμαῖος αὐτὸς ἔμελλε ποιεῖσθαι τὸν κίνδυνον, τὰ δὲ τριάκοντα καὶ τρία πρὸ τοῦ δεξιοῦ κέρατος ἐτέτακτο κατʼ αὐτοὺς τοὺς μισθοφόρους ἱππεῖς. 5.82.8 Ἀντίοχος δὲ τοὺς μὲν ἑξήκοντα τῶν ἐλεφάντων, ἐφʼ ὧν ἦν Φίλιππος σύντροφος αὐτοῦ, πρὸ τοῦ δεξιοῦ κέρατος προέστησε, καθʼ ποιεῖσθαι τὸν κίνδυνον αὐτὸς ἔμελλε πρὸς τοὺς περὶ τὸν Πτολεμαῖον· 5.82.9 τούτων δὲ κατόπιν δισχιλίους μὲν ἱππεῖς τοὺς ὑπʼ Ἀντίπατρον ταττομένους ἐπέστησε, δισχιλίους δʼ ἐν ἐπικαμπίῳ παρενέβαλε. 5.82.10 παρὰ δὲ τοὺς ἱππεῖς ἐν μετώπῳ τοὺς Κρῆτας ἔστησε· τούτοις δʼ ἑξῆς ἔταξε τοὺς ἀπὸ τῆς Ἑλλάδος μισθοφόρους· μετὰ δὲ τούτων καὶ τῶν εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένων τοὺς μετὰ Βυττάκου τοῦ Μακεδόνος ὄντας πεντακισχιλίους παρενέβαλε. 5.82.11 τῆς δʼ εὐωνύμου τάξεως ἐπʼ αὐτὸ μὲν τὸ κέρας ἔθηκε δισχιλίους ἱππεῖς, ὧν ἡγεῖτο Θεμίσων, παρὰ δὲ τούτους Κάρδακας καὶ Λυδοὺς ἀκοντιστάς, ἑξῆς δὲ τούτοις τοὺς ὑπὸ Μενέδημον εὐζώνους, ὄντας εἰς τρισχιλίους, 5.82.12 μετὰ δὲ τούτους Κισσίους καὶ Μήδους καὶ Καρμανίους, παρὰ δὲ τούτους Ἄραβας ἅμα τοῖς προσχώροις, συνάπτοντας τῇ φάλαγγι. 5.82.13 τὰ δὲ κατάλοιπα τῶν θηρίων τοῦ λαιοῦ κέρατος προεβάλετο, τῶν βασιλικῶν τινα γεγονότα παίδων ἐπιστήσας Μυΐσκον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.81 Polyb. 5.82 (English) >>Polyb. 5.83

Powered by PhiloLogic