Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.81.7 Polyb. 5.82.8 (English) >>Polyb. 5.83.2

5.82.5 ἐπὶ δὲ τοῦ δεξιοῦ κέρως Ἐχεκράτης ἦν Θετταλός, ἔχων τοὺς ὑφʼ αὑτὸν ἱππεῖς· παρὰ δὲ τοῦτον ἐκ τῶν εὐωνύμων. 5.82.6 ἵσταντο Γαλάται καὶ Θρᾷκες· ἑξῆς δὲ τούτοις Φοξίδας εἶχε τοὺς ἀπὸ τῆς Ἑλλάδος μισθοφόρους, συνάπτοντας τοῖς τῶν Αἰγυπτίων φαλαγγίταις. 5.82.7 τῶν δὲ θηρίων τὰ μὲν τετταράκοντα κατὰ τὸ λαιὸν ἦν, ἐφʼ οὗ Πτολεμαῖος αὐτὸς ἔμελλε ποιεῖσθαι τὸν κίνδυνον, τὰ δὲ τριάκοντα καὶ τρία πρὸ τοῦ δεξιοῦ κέρατος ἐτέτακτο κατʼ αὐτοὺς τοὺς μισθοφόρους ἱππεῖς. 5.82.8 Ἀντίοχος δὲ τοὺς μὲν ἑξήκοντα τῶν ἐλεφάντων, ἐφʼ ὧν ἦν Φίλιππος σύντροφος αὐτοῦ, πρὸ τοῦ δεξιοῦ κέρατος προέστησε, καθʼ ποιεῖσθαι τὸν κίνδυνον αὐτὸς ἔμελλε πρὸς τοὺς περὶ τὸν Πτολεμαῖον· 5.82.9 τούτων δὲ κατόπιν δισχιλίους μὲν ἱππεῖς τοὺς ὑπʼ Ἀντίπατρον ταττομένους ἐπέστησε, δισχιλίους δʼ ἐν ἐπικαμπίῳ παρενέβαλε. 5.82.10 παρὰ δὲ τοὺς ἱππεῖς ἐν μετώπῳ τοὺς Κρῆτας ἔστησε· τούτοις δʼ ἑξῆς ἔταξε τοὺς ἀπὸ τῆς Ἑλλάδος μισθοφόρους· μετὰ δὲ τούτων καὶ τῶν εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένων τοὺς μετὰ Βυττάκου τοῦ Μακεδόνος ὄντας πεντακισχιλίους παρενέβαλε. 5.82.11 τῆς δʼ εὐωνύμου τάξεως ἐπʼ αὐτὸ μὲν τὸ κέρας ἔθηκε δισχιλίους ἱππεῖς, ὧν ἡγεῖτο Θεμίσων, παρὰ δὲ τούτους Κάρδακας καὶ Λυδοὺς ἀκοντιστάς, ἑξῆς δὲ τούτοις τοὺς ὑπὸ Μενέδημον εὐζώνους, ὄντας εἰς τρισχιλίους,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.81.7 Polyb. 5.82.8 (English) >>Polyb. 5.83.2

Powered by PhiloLogic