Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.82.11 Polyb. 5.83.5 (English) >>Polyb. 5.84.6

5.83.2 μεγίστας δʼ ἐν τοῖς φαλαγγίταις ἐλπίδας ἔχοντες ἀμφότεροι πλείστην καὶ σπουδὴν καὶ παράκλησιν ἐποιοῦντο περὶ ταύτας τὰς τάξεις, 5.83.3 Πτολεμαίῳ μὲν Ἀνδρομάχου καὶ Σωσιβίου καὶ τῆς ἀδελφῆς Ἀρσινόης, τῷ δὲ Θεοδότου καὶ Νικάρχου συμπαρακαλούντων διὰ τὸ παρʼ ἑκατέρῳ τούτους ἔχειν τὰς τῶν φαλαγγιτῶν ἡγεμονίας. 5.83.4 ἦν δὲ παραπλήσιος νοῦς τῶν ὑφʼ ἑκατέρου παρακαλουμένων. ἴδιον μὲν γὰρ ἔργον ἐπιφανὲς καὶ κατηξιωμένον προφέρεσθαι τοῖς παρακαλουμένοις οὐδέτερος αὐτῶν εἶχε διὰ τὸ προσφάτως παρειληφέναι τὰς ἀρχάς, 5.83.5 τῆς δὲ τῶν προγόνων δόξης καὶ τῶν ἐκείνοις πεπραγμένων ἀναμιμνήσκοντες φρόνημα καὶ θάρσος τοῖς φαλαγγίταις ἐπειρῶντο παριστάναι. 5.83.6 μάλιστα δὲ τὰς ἐξ αὑτῶν εἰς τὸ μέλλον ἐλπίδας ἐπιδεικνύντες, καὶ κατʼ ἰδίαν τοὺς ἡγουμένους καὶ κοινῇ πάντας τοὺς ἀγωνίζεσθαι μέλλοντας ἠξίουν καὶ παρεκάλουν ἀνδρωδῶς καὶ γενναίως χρήσασθαι τῷ παρόντι κινδύνῳ. 5.83.7 ταῦτα δὲ καὶ τούτοις παραπλήσια λέγοντες, τὰ μὲν διʼ αὑτῶν, τὰ δὲ καὶ διὰ τῶν ἑρμηνέων, παρίππευον.

5.84.1

Ἐπεὶ δὲ παριὼν ἧκε μετὰ τῆς ἀδελφῆς Πτολεμαῖος μὲν ἐπὶ τὸ πάσης τῆς σφετέρας παρατάξεως εὐώνυμον, Ἀντίοχος δὲ μετὰ τῆς βασιλικῆς ἴλης ἐπὶ τὸ δεξιόν, σημήναντες τὸ πολεμικὸν συνέβαλον πρῶτον τοῖς θηρίοις. 5.84.2 ὀλίγα μὲν οὖν τινα τῶν παρὰ Πτολεμαίου συνήρεισε τοῖς ἐναντίοις· ἐφʼ ὧν ἐποίουν ἀγῶνα καλὸν οἱ πυργομαχοῦντες, ἐκ χειρὸς ταῖς σαρίσαις διαδορατιζόμενοι καὶ τύπτοντες ἀλλήλους, ἔτι δὲ καλλίω τὰ θηρία, βιαιομαχοῦντα καὶ συμπίπτοντα κατὰ πρόσωπον αὑτοῖς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.82.11 Polyb. 5.83.5 (English) >>Polyb. 5.84.6

Powered by PhiloLogic