Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.84.6 Polyb. 5.85.4 (English) >>Polyb. 5.85.12

5.85.1

τρόπον πιεζόμενον ἐνέκλινε πᾶν, Ἐχεκράτης δʼ τὸ δεξιὸν ἔχων κέρας τὸ μὲν πρῶτον ἐκαραδόκει τὴν τῶν προειρημένων κεράτων σύμπτωσιν, ἐπεὶ δὲ τὸν μὲν κονιορτὸν ἑώρα κατὰ τῶν ἰδίων φερόμενον, τὰ δὲ παρʼ αὑτοῖς θηρία τὸ παράπαν οὐδὲ προσιέναι τολμῶντα τοῖς ὑπεναντίοις, 5.85.2 τῷ μὲν Φοξίδᾳ παρήγγειλε τοὺς ἀπὸ τῆς Ἑλλάδος ἔχοντι μισθοφόρους συμβαλεῖν τοῖς κατὰ πρόσωπον ἀντιτεταγμένοις, 5.85.3 αὐτὸς δʼ ἐξαγαγὼν κατὰ κέρας τοὺς ἱππεῖς καὶ τοὺς ὑπὸ τὰ θηρία τεταγμένους τῆς μὲν ἐφόδου τῶν θηρίων ἐκτὸς ἐγεγόνει, τοὺς δὲ τῶν πολεμίων ἱππεῖς, οὓς μὲν ὑπεραίρων, οἷς δὲ κατὰ κέρας ἐμβάλλων, ταχέως ἐτρέψατο. 5.85.4 τὸ δὲ παραπλήσιον τε Φοξίδας καὶ πάντες οἱ περὶ αὐτὸν ἐποίησαν· προσπεσόντες γὰρ τοῖς Ἄραψι καὶ τοῖς Μήδοις ἠνάγκασαν ἀποστραφέντας φεύγειν προτροπάδην. 5.85.5 τὸ μὲν οὖν δεξιὸν τῶν περὶ τὸν Ἀντίοχον ἐνίκα, τὸ δʼ εὐώνυμον ἡττᾶτο τὸν προειρημένον τρόπον. 5.85.6 αἱ δὲ φάλαγγες, ἀμφοτέρων τῶν κεράτων αὐταῖς ἐψιλωμένων, ἔμενον ἀκέραιοι κατὰ μέσον τὸ πεδίον, ἀμφηρίστους ἔχουσαι τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπίδας. 5.85.7 κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀντίοχος μὲν ἐνηγωνίζετο τῷ κατὰ τὸ δεξιὸν κέρας προτερήματι, 5.85.8 Πτολεμαῖος δὲ τὴν ἀποχώρησιν ὑπὸ τὴν φάλαγγα πεποιημένος, τότε προελθὼν εἰς μέσον καὶ φανεὶς ταῖς δυνάμεσι τοὺς μὲν ὑπεναντίους κατεπλήξατο, τοῖς δὲ παρʼ αὑτοῦ μεγάλην ὁρμὴν ἐνειργάσατο καὶ προθυμίαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.84.6 Polyb. 5.85.4 (English) >>Polyb. 5.85.12

Powered by PhiloLogic