Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.84.8 Polyb. 5.85.6 (English) >>Polyb. 5.86.1

5.85.3 αὐτὸς δʼ ἐξαγαγὼν κατὰ κέρας τοὺς ἱππεῖς καὶ τοὺς ὑπὸ τὰ θηρία τεταγμένους τῆς μὲν ἐφόδου τῶν θηρίων ἐκτὸς ἐγεγόνει, τοὺς δὲ τῶν πολεμίων ἱππεῖς, οὓς μὲν ὑπεραίρων, οἷς δὲ κατὰ κέρας ἐμβάλλων, ταχέως ἐτρέψατο. 5.85.4 τὸ δὲ παραπλήσιον τε Φοξίδας καὶ πάντες οἱ περὶ αὐτὸν ἐποίησαν· προσπεσόντες γὰρ τοῖς Ἄραψι καὶ τοῖς Μήδοις ἠνάγκασαν ἀποστραφέντας φεύγειν προτροπάδην. 5.85.5 τὸ μὲν οὖν δεξιὸν τῶν περὶ τὸν Ἀντίοχον ἐνίκα, τὸ δʼ εὐώνυμον ἡττᾶτο τὸν προειρημένον τρόπον. 5.85.6 αἱ δὲ φάλαγγες, ἀμφοτέρων τῶν κεράτων αὐταῖς ἐψιλωμένων, ἔμενον ἀκέραιοι κατὰ μέσον τὸ πεδίον, ἀμφηρίστους ἔχουσαι τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπίδας. 5.85.7 κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀντίοχος μὲν ἐνηγωνίζετο τῷ κατὰ τὸ δεξιὸν κέρας προτερήματι, 5.85.8 Πτολεμαῖος δὲ τὴν ἀποχώρησιν ὑπὸ τὴν φάλαγγα πεποιημένος, τότε προελθὼν εἰς μέσον καὶ φανεὶς ταῖς δυνάμεσι τοὺς μὲν ὑπεναντίους κατεπλήξατο, τοῖς δὲ παρʼ αὑτοῦ μεγάλην ὁρμὴν ἐνειργάσατο καὶ προθυμίαν. 5.85.9 διὸ καὶ καταβαλόντες παραχρῆμα τὰς σαρίσας οἱ περὶ τὸν Ἀνδρόμαχον καὶ Σωσίβιον ἐπῆγον. 5.85.10 οἱ μὲν οὖν ἐπίλεκτοι τῶν Συριακῶν βραχύν τινα χρόνον ἀντέστησαν, οἵ τε μετὰ τοῦ Νικάρχου ταχέως ἐγκλίναντες ὑπεχώρουν· 5.85.11 δʼ Ἀντίοχος, ὡς ἂν ἄπειρος καὶ νέος, ὑπολαμβάνων ἐκ τοῦ καθʼ ἑαυτὸν μέρους καὶ τὰ λοιπὰ παραπλησίως αὑτῷ πάντα νικᾶν, ἐπέκειτο τοῖς φεύγουσιν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.84.8 Polyb. 5.85.6 (English) >>Polyb. 5.86.1

Powered by PhiloLogic