5.86.3 ὁ δʼ Ἀντίοχος ἐκ τῆς φυγῆς ἐβούλετο μὲν εὐθέως ἔξω στρατοπεδεύειν, συναθροίσας τοὺς ἐν τοῖς συστήμασι πεφευγότας, τῶν δὲ πλείστων εἰς τὴν πόλιν πεποιημένων τὴν ἀποχώρησιν ἠναγκάσθη καὶ αὐτὸς εἰσελθεῖν.
5.86.4 οὗτος μὲν οὖν ὑπὸ τὴν ἑωθινὴν ἐξαγαγὼν τὸ σῳζόμενον μέρος τῆς δυνάμεως διέτεινε πρὸς Γάζαν, κἀκεῖ καταστρατοπεδεύσας καὶ διαπεμψάμενος περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως, ἐκήδευσε τοὺς τεθνεῶτας ὑποσπόνδους.
5.86.5 ἦσαν δʼ οἱ τετελευτηκότες τῶν παρʼ Ἀντιόχου πεζοὶ μὲν οὐ πολὺ λείποντες μυρίων, ἱππεῖς δὲ πλείους τριακοσίων· ζωγρίᾳ δʼ ἑάλωσαν ὑπὲρ τοὺς τετρακισχιλίους.
5.86.6 ἐλέφαντες δὲ τρεῖς μὲν παραχρῆμα, δύο δʼ ἐκ τῶν τραυμάτων ἀπέθανον. τῶν δὲ παρὰ Πτολεμαίου πεζοὶ μὲν εἰς χιλίους καὶ πεντακοσίους ἐτελεύτησαν, ἱππεῖς δʼ εἰς ἑπτακοσίους· τῶν δʼ ἐλεφάντων ἑκκαίδεκα μὲν ἀπέθανον, ᾑρέθησαν δʼ αὐτῶν οἱ πλείους.
5.86.7
Ἡ μὲν οὖν πρὸς Ῥαφίαν μάχη γενομένη τοῖς βασιλεῦσι περὶ Κοίλης Συρίας τοῦτον ἀπετελέσθη τὸν τρόπον·
5.86.8 μετὰ δὲ τὴν τῶν νεκρῶν ἀναίρεσιν Ἀντίοχος μὲν ἐποιεῖτο τὴν ἀποχώρησιν εἰς τὴν οἰκείαν μετὰ τῆς δυνάμεως, Πτολεμαῖος δὲ τήν τε Ῥαφίαν καὶ τὰς ἄλλας πόλεις ἐξ ἐφόδου παρελάμβανε, πάντων τῶν πολιτευμάτων ἁμιλλωμένων ὑπὲρ τοῦ φθάσαι τοὺς πέλας περὶ τὴν ἀποκατάστασιν καὶ μετάθεσιν τὴν πρὸς αὐτόν.