Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.86.7 Polyb. 5.87.2 (English) >>Polyb. 5.88.1

5.86.10 τότε δὲ καὶ τῆς εὐνοίας προκαθηγουμένης πρὸς τοὺς ἀπὸ τῆς Ἀλεξανδρείας βασιλεῖς εἰκότως τοῦτο συνέβαινε γίνεσθαι· τῇ γὰρ οἰκίᾳ ταύτῃ μᾶλλον ἀεί πως οἱ κατὰ Κοίλην Συρίαν ὄχλοι προσκλίνουσι. 5.86.11 διόπερ οὐκ ἀπέλειπον ὑπερβολὴν ἀρεσκείας, στεφάνοις καὶ θυσίαις καὶ βωμοῖς καὶ παντὶ τῷ τοιούτῳ τρόπῳ τιμῶντες τὸν Πτολεμαῖον.

5.87.1

Ἀντίοχος δὲ παραγενόμενος εἰς τὴν ἐπώνυμον αὑτοῦ πόλιν εὐθέως ἐξέπεμψε τοὺς περὶ τὸν Ἀντίπατρον τὸν ἀδελφιδοῦν καὶ Θεόδοτον τὸν ἡμιόλιον πρεσβευτὰς πρὸς τὸν Πτολεμαῖον ὑπὲρ εἰρήνης καὶ διαλύσεως, ἀγωνιῶν τὴν τῶν ὑπεναντίων ἔφοδον· 5.87.2 ἠπίστει μὲν γὰρ τοῖς ὄχλοις διὰ τὸ γεγονὸς ἐλάττωμα περὶ αὐτόν, ἐφοβεῖτο δὲ τὸν Ἀχαιὸν μὴ συνεπίθηται τοῖς καιροῖς. 5.87.3 Πτολεμαῖος δὲ τούτων οὐδὲν συλλογιζόμενος, ἀλλʼ ἀσμενίζων ἐπὶ τῷ γεγονότι προτερήματι διὰ τὸ παράδοξον καὶ συλλήβδην ἐπὶ τῷ Κοίλην Συρίαν ἐκτῆσθαι παραδόξως, οὐκ ἀλλότριος ἦν τῆς ἡσυχίας, ἀλλʼ ὑπὲρ τὸ δέον οἰκεῖος, ἑλκόμενος ὑπὸ τῆς συνήθους ἐν τῷ βίῳ ῥᾳθυμίας καὶ καχεξίας. 5.87.4 πλὴν παραγενομένων τῶν περὶ τὸν Ἀντίπατρον, βραχέα προσαναταθεὶς καὶ καταμεμψάμενος ἐπὶ τοῖς πεπραγμένοις τὸν Ἀντίοχον, συνεχώρησε σπονδὰς ἐνιαυσίους. 5.87.5 καὶ τούτοις μὲν ἐπικυρώσοντα τὰς διαλύσεις συνεξαπέστειλε Σωσίβιον, 5.87.6 αὐτὸς δὲ διατρίψας ἐπὶ τρεῖς μῆνας ἐν τοῖς κατὰ Συρίαν καὶ Φοινίκην τόποις καὶ καταστησάμενος τὰς πόλεις, μετὰ ταῦτα καταλιπὼν τὸν Ἀνδρόμαχον τὸν Ἀσπένδιον στρατηγὸν ἐπὶ πάντων τῶν προειρημένων τόπων ἀνέζευξε μετὰ τῆς ἀδελφῆς καὶ τῶν φίλων ἐπʼ Ἀλεξανδρείας,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.86.7 Polyb. 5.87.2 (English) >>Polyb. 5.88.1

Powered by PhiloLogic