Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.87.2 Polyb. 5.88.1 (English) >>Polyb. 5.88.6

5.87.6 αὐτὸς δὲ διατρίψας ἐπὶ τρεῖς μῆνας ἐν τοῖς κατὰ Συρίαν καὶ Φοινίκην τόποις καὶ καταστησάμενος τὰς πόλεις, μετὰ ταῦτα καταλιπὼν τὸν Ἀνδρόμαχον τὸν Ἀσπένδιον στρατηγὸν ἐπὶ πάντων τῶν προειρημένων τόπων ἀνέζευξε μετὰ τῆς ἀδελφῆς καὶ τῶν φίλων ἐπʼ Ἀλεξανδρείας, 5.87.7 παράδοξον τοῖς ἐν τῇ βασιλείᾳ πρὸς τὴν τοῦ λοιποῦ βίου προαίρεσιν τέλος ἐπιτεθεικὼς τῷ πολέμῳ. 5.87.8 Ἀντίοχος δὲ τὰ περὶ τὰς σπονδὰς ἀσφαλισάμενος πρὸς τὸν Σωσίβιον, ἐγίνετο κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν περὶ τὴν ἐπὶ τὸν Ἀχαιὸν παρασκευήν.

Τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν. 5.87.9

5.88.1

Ῥόδιοι δὲ κατὰ τοὺς προειρημένους καιροὺς ἐπειλημμένοι τῆς ἀφορμῆς τῆς κατὰ τὸν σεισμὸν τὸν γενόμενον παρʼ αὐτοῖς βραχεῖ χρόνῳ πρότερον, ἐν συνέβη τόν τε κολοσσὸν τὸν μέγαν πεσεῖν καὶ τὰ πλεῖστα τῶν τειχῶν καὶ τῶν νεωρίων, 5.88.2 οὕτως ἐχείριζον νουνεχῶς καὶ πραγματικῶς τὸ γεγονὸς ὡς μὴ βλάβης, διορθώσεως δὲ μᾶλλον, αὐτοῖς αἴτιον γενέσθαι τὸ σύμπτωμα. 5.88.3 τοσοῦτον ἄγνοια καὶ ῥᾳθυμία διαφέρει παρʼ ἀνθρώποις ἐπιμελείας καὶ φρονήσεως περί τε τοὺς κατʼ ἰδίαν βίους καὶ τὰς κοινὰς πολιτείας, ὥστε τοῖς μὲν καὶ τὰς ἐπιτυχίας βλάβην ἐπιφέρειν, τοῖς δὲ καὶ τὰς περιπετείας ἐπανορθώσεως γίνεσθαι παραιτίας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.87.2 Polyb. 5.88.1 (English) >>Polyb. 5.88.6

Powered by PhiloLogic