Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.9.4 Polyb. 5.9.10 (English) >>Polyb. 5.10.7

5.9.8

Ἀντίγονος ἐκ παρατάξεως νικήσας μάχῃ Κλεομένην τὸν βασιλέα τῶν Λακεδαιμονίων ἐγκρατὴς ἐγένετο καὶ τῆς Σπάρτης, 5.9.9 αὐτός τʼ ὢν κύριος βούλοιτο χρῆσθαι καὶ τῇ πόλει καὶ τοῖς ἐμπολιτευομένοις, τοσοῦτον ἀπεῖχε τοῦ κακῶς ποιεῖν τοὺς γεγονότας ὑποχειρίους ὡς ἐκ τῶν ἐναντίων ἀποδοὺς τὸ πάτριον πολίτευμα καὶ τὴν ἐλευθερίαν, καὶ τῶν μεγίστων ἀγαθῶν αἴτιος γενόμενος καὶ κοινῇ καὶ κατʼ ἰδίαν Λακεδαιμονίοις, οὕτως εἰς τὴν οἰκείαν ἀπηλλάγη. 5.9.10 τοιγαροῦν οὐ μόνον ἐκρίθη παρʼ αὐτὸν τὸν καιρὸν εὐεργέτης, ἀλλὰ καὶ μεταλλάξας σωτήρ, οὐδὲ παρὰ μόνοις Λακεδαιμονίοις, ἀλλὰ παρὰ πᾶσι τοῖς Ἕλλησιν ἀθανάτου τέτευχε τιμῆς καὶ δόξης ἐπὶ

5.10.1

τοῖς προειρημένοις. καὶ μὴν πρῶτος αὐτῶν αὐξήσας τὴν βασιλείαν καὶ γενόμενος ἀρχηγὸς τοῦ προσχήματος τῆς οἰκίας, Φίλιππος νικήσας Ἀθηναίους τὴν ἐν Χαιρωνείᾳ μάχην, οὐ τοσοῦτον ἤνυσε διὰ τῶν ὅπλων ὅσον διὰ τῆς ἐπιεικείας καὶ φιλανθρωπίας τῶν τρόπων. 5.10.2 τῷ μὲν γὰρ πολέμῳ καὶ τοῖς ὅπλοις αὐτῶν μόνων περιεγένετο καὶ κύριος κατέστη τῶν ἀντιταξαμένων, τῇ δʼ εὐγνωμοσύνῃ καὶ μετριότητι πάντας Ἀθηναίους ἅμα καὶ τὴν πόλιν αὐτῶν ἔσχεν ὑποχείριον, 5.10.3 οὐκ ἐπιμετρῶν τῷ θυμῷ τοῖς πραττομένοις, ἀλλὰ μέχρι τούτου πολεμῶν καὶ φιλονεικῶν, ἕως τοῦ λαβεῖν ἀφορμὰς πρὸς ἀπόδειξιν τῆς αὑτοῦ πρᾳότητος καὶ καλοκἀγαθίας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.9.4 Polyb. 5.9.10 (English) >>Polyb. 5.10.7

Powered by PhiloLogic