Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.89.1 Polyb. 5.90.1 (English) >>Polyb. 5.90.7

5.89.6 παραπλησίως Ἀντίγονος ξύλʼ ἀφʼ ἑκκαιδεκαπήχους ἕως ὀκταπήχους εἰς σφηκίσκων λόγον μύρια, στρωτῆρας ἑπταπήχεις πεντακισχιλίους, σιδήρου τάλαντα τρισχίλια, πίττης τάλαντα χίλιʼ, ἄλλης ὠμῆς μετρητὰς χιλίους, ἀργυρίου πρὸς τούτοις ἑκατὸν ἐπηγγείλατο τάλαντα, 5.89.7 Χρυσηὶς δʼ γυνὴ δέκα μὲν σίτου μυριάδας, τρισχίλια δὲ μολίβδου τάλαντα. 5.89.8 Σέλευκος δʼ πατὴρ Ἀντιόχου χωρὶς μὲν ἀτέλειαν τοῖς εἰς τὴν αὑτοῦ βασιλείαν πλοϊζομένοις, χωρὶς δὲ πεντήρεις μὲν δέκα κατηρτισμένας, σίτου δʼ εἴκοσι μυριάδας, 5.89.9 καὶ μὴν ξύλων καὶ ῥητίνης καὶ τριχὸς μυριάδας πηχῶν καὶ ταλάντων χιλιάδας.

5.90.1

παραπλήσια δὲ τούτοις Προυσίας καὶ Μιθριδάτης, ἔτι δʼ οἱ κατὰ τὴν Ἀσίαν ὄντες δυνάσται τότε, λέγω δὲ Λυσανίαν, Ὀλύμπιχον, Λιμναῖον. 5.90.2 τάς γε μὴν πόλεις τὰς συνεπιλαμβανομένας αὐτοῖς κατὰ δύναμιν οὐδʼ ἂν ἐξαριθμήσαιτο ῥᾳδίως οὐδείς· 5.90.3 ὥσθʼ ὅταν μέν τις εἰς τὸν χρόνον ἐμβλέψῃ καὶ τὴν ἀρχήν, ἀφʼ οὗ συμβαίνει τὴν πόλιν αὐτῶν συνῳκίσθαι, καὶ λίαν θαυμάζειν ὡς βραχεῖ χρόνῳ μεγάλην ἐπίδοσιν εἴληφε περί τε τοὺς κατʼ ἰδίαν βίους καὶ τὰ κοινὰ τῆς πόλεως· 5.90.4 ὅταν δʼ εἰς τὴν εὐκαιρίαν τοῦ τόπου καὶ τὴν ἔξωθεν ἐπιφορὰν καὶ συμπλήρωσιν τῆς εὐδαιμονίας, μηκέτι θαυμάζειν, μικροῦ δʼ ἐλλείπειν δοκεῖν τοῦ καθήκοντος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.89.1 Polyb. 5.90.1 (English) >>Polyb. 5.90.7

Powered by PhiloLogic