Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.90.7 Polyb. 5.91.6 (English) >>Polyb. 5.92.6

5.91.3 οὗτος μὲν οὖν ἐτάττετο πρὸς Πυρρίαν τὸν Αἰτωλόν, ὃς ἐτύγχανε τότε παρὰ τοῖς Ἠλείοις στρατηγὸς ὤν, περὶ τῆς εἰς τὴν Μεσσηνίαν εἰσβολῆς. 5.91.4 Ἄρατος δὲ παρειλήφει τό τε ξενικὸν τὸ τῶν Ἀχαιῶν κατεφθαρμένον τάς τε πόλεις ὀλιγώρως διακειμένας πρὸς τὰς εἰς τοῦτο τὸ μέρος εἰσφορὰς διὰ τὸ τὸν πρὸ αὐτοῦ στρατηγὸν Ἐπήρατον, ὡς ἐπάνω προεῖπα, κακῶς καὶ ῥᾳθύμως κεχρῆσθαι τοῖς κοινοῖς πράγμασιν. 5.91.5 οὐ μὴν ἀλλὰ παρακαλέσας τοὺς Ἀχαιούς, καὶ λαβὼν δόγμα περὶ τούτων, ἐνεργὸς ἐγίνετο περὶ τὴν τοῦ πολέμου παρασκευήν. 5.91.6 ἦν δὲ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ταῦτα· πεζοὺς μὲν τρέφειν μισθοφόρους ὀκτακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, τῶν δʼ Ἀχαϊκῶν ἐπιλέκτους, πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους· 5.91.7 εἶναι δὲ τούτων Μεγαλοπολίτας μὲν χαλκάσπιδας, πεζοὺς μὲν πεντακοσίους, ἱππεῖς δὲ πεντήκοντα, καὶ τοὺς ἴσους Ἀργείων. 5.91.8 ἔδοξε δὲ καὶ ναῦς πλεῖν τρεῖς μὲν περὶ τὴν Ἀκτὴν καὶ τὸν Ἀργολικὸν κόλπον, τρεῖς δὲ κατὰ Πάτρας καὶ Δύμην καὶ τὴν ταύτῃ θάλατταν.

5.92.1

Ἄρατος μὲν οὖν ταῦτʼ ἔπραττε καὶ ταύτας ἐξήρτυε τὰς παρασκευάς· 5.92.2 δὲ Λυκοῦργος καὶ Πυρρίας διαπεμψάμενοι πρὸς ἀλλήλους, ἵνα ταῖς αὐταῖς ἡμέραις ποιήσωνται τὴν ἔξοδον, προῆγον εἰς τὴν Μεσσηνίαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.90.7 Polyb. 5.91.6 (English) >>Polyb. 5.92.6

Powered by PhiloLogic