Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.91.2 Polyb. 5.92.1 (English) >>Polyb. 5.92.10

5.91.6 ἦν δὲ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ταῦτα· πεζοὺς μὲν τρέφειν μισθοφόρους ὀκτακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, τῶν δʼ Ἀχαϊκῶν ἐπιλέκτους, πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους· 5.91.7 εἶναι δὲ τούτων Μεγαλοπολίτας μὲν χαλκάσπιδας, πεζοὺς μὲν πεντακοσίους, ἱππεῖς δὲ πεντήκοντα, καὶ τοὺς ἴσους Ἀργείων. 5.91.8 ἔδοξε δὲ καὶ ναῦς πλεῖν τρεῖς μὲν περὶ τὴν Ἀκτὴν καὶ τὸν Ἀργολικὸν κόλπον, τρεῖς δὲ κατὰ Πάτρας καὶ Δύμην καὶ τὴν ταύτῃ θάλατταν.

5.92.1

Ἄρατος μὲν οὖν ταῦτʼ ἔπραττε καὶ ταύτας ἐξήρτυε τὰς παρασκευάς· 5.92.2 δὲ Λυκοῦργος καὶ Πυρρίας διαπεμψάμενοι πρὸς ἀλλήλους, ἵνα ταῖς αὐταῖς ἡμέραις ποιήσωνται τὴν ἔξοδον, προῆγον εἰς τὴν Μεσσηνίαν. 5.92.3 δὲ στρατηγὸς τῶν Ἀχαιῶν, συνεὶς τὴν ἐπιβολὴν αὐτῶν, ἧκεν ἔχων τοὺς μισθοφόρους καί τινας τῶν ἐπιλέκτων εἰς τὴν Μεγάλην πόλιν παραβοηθήσων τοῖς Μεσσηνίοις. 5.92.4 Λυκοῦργος δʼ ἐξορμήσας τὰς μὲν Καλάμας, χωρίον τι τῶν Μεσσηνίων, προδοσίᾳ κατέσχε, μετὰ δὲ ταῦτα προῆγε, σπεύδων συμμῖξαι τοῖς Αἰτωλοῖς. 5.92.5 δὲ Πυρρίας παντελῶς ἐλαφρὸς ἐξελθὼν ἐκ τῆς Ἤλιδος, καὶ κατὰ τὴν εἰσβολὴν τὴν εἰς Μεσσηνίαν εὐθέως κωλυθεὶς ὑπὸ τῶν Κυπαρισσέων, ἀνέστρεψε. 5.92.6 διόπερ Λυκοῦργος, οὔτε συμμῖξαι δυνάμενος τοῖς περὶ τὸν Πυρρίαν οὔτʼ αὐτὸς ἀξιόχρεως ὑπάρχων, ἐπὶ βραχὺ προσβολὰς ποιησάμενος πρὸς τὴν Ἀνδανίαν ἄπρακτος αὖθις εἰς τὴν Σπάρτην ἀπηλλάγη.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.91.2 Polyb. 5.92.1 (English) >>Polyb. 5.92.10

Powered by PhiloLogic