5.94.1
Μετὰ δὲ τὰς διαλύσεις ταύτας ἀναζεύξας αὐτὸς μὲν ἧκε πρὸς τὴν τῶν Ἀχαιῶν σύνοδον, τοὺς δὲ μισθοφόρους συνέστησε Λύκῳ τῷ Φαραιεῖ, διὰ τὸ τοῦτον ὑποστράτηγον εἶναι τότε τῆς συντελείας τῆς πατρικῆς.
5.94.2 οἱ δʼ Ἠλεῖοι, δυσαρεστούμενοι τῷ Πυρρίᾳ, πάλιν ἐπεσπάσαντο στρατηγὸν παρὰ τῶν Αἰτωλῶν Εὐριπίδαν.
5.94.3 ὃς τηρήσας τὴν τῶν Ἀχαιῶν σύνοδον, καὶ παραλαβὼν ἱππεῖς μὲν ἑξήκοντα, πεζοὺς δὲ δισχιλίους, ἐξώδευσε, καὶ διελθὼν διὰ τῆς Φαραϊκῆς κατέδραμε τὴν χώραν ἕως τῆς Αἰγιάδος.
5.94.4 περιελασάμενος δὲ λείαν ἱκανὴν ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ Λεόντιον.
5.94.5 οἱ δὲ περὶ τὸν Λύκον συνέντες τὸ γεγονὸς ἐβοήθουν κατὰ σπουδήν, συνάψαντες δὲ τοῖς πολεμίοις καὶ συμμίξαντες ἐξ ἐφόδου κατέβαλον μὲν αὐτῶν εἰς τετρακοσίους, ζωγρίᾳ δʼ ἔλαβον εἰς διακοσίους,
5.94.6 ἐν οἷς ἦσαν ἐπιφανεῖς ἄνδρες Φυσσίας, Ἀντάνωρ, Κλέαρχος, Ἀνδρόλοχος, Εὐανορίδας, Ἀριστογείτων, Νικάσιππος, Ἀσπάσιος· τῶν δʼ ὅπλων καὶ τῆς ἀποσκευῆς ἐκυρίευσαν πάσης.
5.94.7 κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ὁ τῶν Ἀχαιῶν ναύαρχος ἐξοδεύσας εἰς Μολυκρίαν, ἧκεν ἔχων οὐ πολὺ λείποντα τῶν ἑκατὸν σωμάτων.
5.94.8 αὖτις δʼ ὑποστρέψας ἔπλευσε πρὸς Χάλκειαν, τῶν δʼ ἐκβοηθησάντων ἐκυρίευσε δύο μακρῶν πλοίων αὐτάνδρων· ἔλαβε δὲ καὶ κέλητα περὶ τὸ Ῥίον Αἰτωλικὸν ὁμοῦ τῷ πληρώματι.