Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.93.9 Polyb. 5.94.8 (English) >>Polyb. 5.95.4

5.94.5 οἱ δὲ περὶ τὸν Λύκον συνέντες τὸ γεγονὸς ἐβοήθουν κατὰ σπουδήν, συνάψαντες δὲ τοῖς πολεμίοις καὶ συμμίξαντες ἐξ ἐφόδου κατέβαλον μὲν αὐτῶν εἰς τετρακοσίους, ζωγρίᾳ δʼ ἔλαβον εἰς διακοσίους, 5.94.6 ἐν οἷς ἦσαν ἐπιφανεῖς ἄνδρες Φυσσίας, Ἀντάνωρ, Κλέαρχος, Ἀνδρόλοχος, Εὐανορίδας, Ἀριστογείτων, Νικάσιππος, Ἀσπάσιος· τῶν δʼ ὅπλων καὶ τῆς ἀποσκευῆς ἐκυρίευσαν πάσης. 5.94.7 κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς τῶν Ἀχαιῶν ναύαρχος ἐξοδεύσας εἰς Μολυκρίαν, ἧκεν ἔχων οὐ πολὺ λείποντα τῶν ἑκατὸν σωμάτων. 5.94.8 αὖτις δʼ ὑποστρέψας ἔπλευσε πρὸς Χάλκειαν, τῶν δʼ ἐκβοηθησάντων ἐκυρίευσε δύο μακρῶν πλοίων αὐτάνδρων· ἔλαβε δὲ καὶ κέλητα περὶ τὸ Ῥίον Αἰτωλικὸν ὁμοῦ τῷ πληρώματι. 5.94.9 συνδραμόντων δὲ τῶν τε κατὰ γῆν καὶ τῶν κατὰ θάλατταν λαφύρων περὶ τοὺς αὐτοὺς καιρούς, καὶ συναχθείσης ἀπὸ τούτων προσόδου καὶ χορηγίας ἱκανῆς, ἐγένετο τοῖς τε στρατιώταις θάρσος ὑπὲρ τῆς τῶν ὀψωνίων κομιδῆς ταῖς τε πόλεσιν ἐλπὶς ὑπὲρ τοῦ μὴ βαρυνθήσεσθαι ταῖς εἰσφοραῖς.

5.95.1

Ἅμα δὲ τοῖς προειρημένοις Σκερδιλαΐδας, νομίζων ὑπὸ τοῦ βασιλέως ἀδικεῖσθαι διὰ τό τινα τῶν χρημάτων ἐλλείπειν αὐτῷ τῶν κατὰ τὰς συντάξεις ὁμολογηθέντων, ἃς ἐποιήσατο πρὸς Φίλιππον, ἐξαπέστειλε λέμβους πεντεκαίδεκα, μετὰ δόλου ποιούμενος τὴν ἐπιβολὴν τῆς κομιδῆς τῶν χρημάτων·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.93.9 Polyb. 5.94.8 (English) >>Polyb. 5.95.4

Powered by PhiloLogic