Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.94.2 Polyb. 5.95.1 (English) >>Polyb. 5.95.8

5.94.8 αὖτις δʼ ὑποστρέψας ἔπλευσε πρὸς Χάλκειαν, τῶν δʼ ἐκβοηθησάντων ἐκυρίευσε δύο μακρῶν πλοίων αὐτάνδρων· ἔλαβε δὲ καὶ κέλητα περὶ τὸ Ῥίον Αἰτωλικὸν ὁμοῦ τῷ πληρώματι. 5.94.9 συνδραμόντων δὲ τῶν τε κατὰ γῆν καὶ τῶν κατὰ θάλατταν λαφύρων περὶ τοὺς αὐτοὺς καιρούς, καὶ συναχθείσης ἀπὸ τούτων προσόδου καὶ χορηγίας ἱκανῆς, ἐγένετο τοῖς τε στρατιώταις θάρσος ὑπὲρ τῆς τῶν ὀψωνίων κομιδῆς ταῖς τε πόλεσιν ἐλπὶς ὑπὲρ τοῦ μὴ βαρυνθήσεσθαι ταῖς εἰσφοραῖς.

5.95.1

Ἅμα δὲ τοῖς προειρημένοις Σκερδιλαΐδας, νομίζων ὑπὸ τοῦ βασιλέως ἀδικεῖσθαι διὰ τό τινα τῶν χρημάτων ἐλλείπειν αὐτῷ τῶν κατὰ τὰς συντάξεις ὁμολογηθέντων, ἃς ἐποιήσατο πρὸς Φίλιππον, ἐξαπέστειλε λέμβους πεντεκαίδεκα, μετὰ δόλου ποιούμενος τὴν ἐπιβολὴν τῆς κομιδῆς τῶν χρημάτων· 5.95.2 οἳ καὶ κατέπλευσαν εἰς Λευκάδα, πάντων αὐτοὺς ὡς φιλίους προσδεχομένων διὰ τὴν γεγενημένην κοινοπραγίαν. 5.95.3 ἄλλο μὲν οὖν οὐκ ἔφθασαν οὐδὲν ἐργάσασθαι κακὸν οὐδʼ ἐδυνήθησαν, Ἀγαθίνῳ δὲ καὶ Κασσάνδρῳ τοῖς Κορινθίοις ἐπιπλέουσι ταῖς Ταυρίωνος ναυσὶ καὶ συγκαθορμισθεῖσιν ὡς φίλοις μετὰ τεττάρων πλοίων, παρασπονδήσαντες ἐπέθεντο, καὶ συλλαβόντες αὐτούς τε καὶ τὰ πλοῖα πρὸς Σκερδιλαΐδαν ἀπέπεμψαν. 5.95.4 μετὰ δὲ ταῦτα ποιησάμενοι τὴν ἀναγωγὴν ἐκ τῆς Λευκάδος καὶ πλεύσαντες ὡς ἐπὶ Μαλέας ἐλῄζοντο καὶ κατῆγον τοὺς ἐμπόρους.

Ἤδη δὲ τοῦ θερισμοῦ συνάπτοντος,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.94.2 Polyb. 5.95.1 (English) >>Polyb. 5.95.8

Powered by PhiloLogic