Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.95.4 Polyb. 5.95.10 (English) >>Polyb. 5.96.4

5.95.7 οἱ δὲ περὶ Λύκον καὶ Δημόδοκον τὸν τῶν Ἀχαιῶν ἱππάρχην συνέντες τὴν ἐκ τῆς Ἤλιδος τῶν Αἰτωλῶν ἔξοδον, ἐπισυναγαγόντες τοὺς Δυμαίους καὶ τοὺς Πατρεῖς καὶ Φαραιεῖς, σὺν δὲ τούτοις ἔχοντες τοὺς μισθοφόρους, ἐνέβαλον εἰς τὴν Ἠλείαν. 5.95.8 παραγενόμενοι δʼ ἐπὶ τὸ Φύξιον καλούμενον τοὺς μὲν εὐζώνους καὶ τοὺς ἱππεῖς ἐφῆκαν εἰς τὴν καταδρομήν, τὰ δὲ βαρέα τῶν ὅπλων ἔκρυψαν περὶ τὸν προειρημένον τόπον. 5.95.9 ἐκβοηθησάντων δὲ πανδημεὶ τῶν Ἠλείων ἐπὶ τοὺς κατατρέχοντας καὶ προσκειμένων τοῖς ἀποχωροῦσιν, ἐξαναστάντες οἱ περὶ τὸν Λύκον ἐπέθεντο τοῖς προπεπτωκόσι. 5.95.10 τῶν δʼ Ἠλείων οὐ δεξαμένων τὴν ὁρμήν, ἀλλʼ ἐξ ἐπιφανείας τραπέντων, ἀπέκτειναν μὲν αὐτῶν εἰς διακοσίους, ζωγρίᾳ δʼ ἔλαβον ὀγδοήκοντα, συνεκόμισαν δὲ καὶ τὴν περιελαθεῖσαν λείαν ἀσφαλῶς. 5.95.11 ἅμα δὲ τούτοις ναύαρχος τῶν Ἀχαιῶν ποιησάμενος ἀποβάσεις πλεονάκις εἴς τε τὴν Καλυδωνίαν καὶ Ναυπακτίαν τήν τε χώραν κατέσυρε καὶ τὴν βοήθειαν αὐτῶν συνέτριψε δίς. 5.95.12 ἔλαβε δὲ καὶ Κλεόνικον τὸν Ναυπάκτιον, ὃς διὰ τὸ πρόξενος ὑπάρχειν τῶν Ἀχαιῶν παραυτὰ μὲν οὐκ ἐπράθη, μετὰ δέ τινα χρόνον ἀφείθη χωρὶς λύτρων.

5.96.1

Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Ἀγήτας τῶν Αἰτωλῶν στρατηγὸς συναγαγὼν πανδημεὶ τοὺς Αἰτωλοὺς ἐλεηλάτησε μὲν τὴν τῶν Ἀκαρνάνων χώραν, ἐπεπορεύθη δὲ πορθῶν πᾶσαν ἀδεῶς τὴν Ἤπειρον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.95.4 Polyb. 5.95.10 (English) >>Polyb. 5.96.4

Powered by PhiloLogic