Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.95.11 Polyb. 5.96.6 (English) >>Polyb. 5.97.5

5.96.4

Ἐγένετο δὲ καὶ περὶ Φανοτεῖς παλιμπροδοσία τοιόνδε τινὰ τρόπον. Ἀλέξανδρος τεταγμένος ἐπὶ τῆς Φωκίδος ὑπὸ Φιλίππου συνεστήσατο πρᾶξιν ἐπὶ τοὺς Αἰτωλοὺς διά τινος Ἰάσονος, ὃς ἐτύγχανεν ὑπʼ αὐτοῦ τεταγμένος ἐπὶ τῆς τῶν Φανοτέων πόλεως· 5.96.5 ὃς διαπεμψάμενος πρὸς Ἀγήταν τὸν τῶν Αἰτωλῶν στρατηγὸν ὡμολόγησε τὴν ἄκραν αὐτοῖς παραδώσειν τὴν ἐν τοῖς Φανοτεῦσι, καὶ περὶ τούτων ὅρκους ἐποιήσατο καὶ συνθήκας. 5.96.6 παραγενομένης δὲ τῆς ταχθείσης ἡμέρας μὲν Ἀγήτας ἧκεν ἔχων τοὺς Αἰτωλοὺς νυκτὸς πρὸς τοὺς Φανοτεῖς, καὶ τοὺς μὲν λοιποὺς ἐν ἀποστήματι κρύψας ἔμεινε, τοὺς δʼ ἐπιτηδειοτάτους ἑκατὸν ἐπιλέξας ἀπέστειλε πρὸς τὴν ἄκραν, 5.96.7 δʼ Ἰάσων τὸν μὲν Ἀλέξανδρον ἕτοιμον εἶχε μετὰ στρατιωτῶν ἐν τῇ πόλει, τοὺς δὲ νεανίσκους παραλαβὼν κατὰ τοὺς ὅρκους εἰσήγαγε πάντας εἰς τὴν ἀκρόπολιν. 5.96.8 τῶν δὲ περὶ τὸν Ἀλέξανδρον εὐθέως ἐπεισπεσόντων, οἱ μὲν ἐπίλεκτοι τῶν Αἰτωλῶν ἑάλωσαν, δʼ Ἀγήτας ἐπιγενομένης τῆς ἡμέρας συνεὶς τὸ γεγονὸς αὖτις ἐπανῆγε τὴν δύναμιν, οὐκ ἀνοικείῳ πράγματι περιπεπτωκὼς τοῖς πολλάκις ὑφʼ αὑτοῦ πραττομένοις.

5.97.1

Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Φίλιππος βασιλεὺς κατελάβετο Βυλάζωρα, μεγίστην οὖσαν πόλιν τῆς Παιονίας καὶ λίαν εὐκαίρως κειμένην πρὸς τὰς εἰσβολὰς τὰς ἀπὸ τῆς Δαρδανικῆς εἰς Μακεδονίαν, ὥστε διὰ τῆς πράξεως ταύτης σχεδὸν ἀπολελύσθαι τοῦ φόβου τοῦ κατὰ Δαρδανίους·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.95.11 Polyb. 5.96.6 (English) >>Polyb. 5.97.5

Powered by PhiloLogic