Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 5.96.4 | Polyb. 5.97.2 (English) | >>Polyb. 5.98.3 |
5.96.8 τῶν δὲ περὶ τὸν Ἀλέξανδρον εὐθέως ἐπεισπεσόντων , οἱ μὲν ἐπίλεκτοι τῶν Αἰτωλῶν ἑάλωσαν , ὁ δʼ Ἀγήτας ἐπιγενομένης τῆς ἡμέρας συνεὶς τὸ γεγονὸς αὖτις ἐπανῆγε τὴν δύναμιν , οὐκ ἀνοικείῳ πράγματι περιπεπτωκὼς τοῖς πολλάκις ὑφʼ αὑτοῦ πραττομένοις .
5.97.1
οὐ γὰρ ἔτι ῥᾴδιον ἦν αὐτοῖς ἐμβαλεῖν εἰς Μακεδονίαν κρατοῦντος Φιλίππου τῶν εἰσόδων διὰ τῆς προειρημένης πόλεως .
5.97.3 ἀσφαλισάμενος δὲ ταύτην Χρυσόγονον μὲν ἐξαπέστειλε κατὰ σπουδὴν ἐπισυνάξοντα τοὺς ἄνω Μακεδόνας ,
5.97.4 αὐτὸς δὲ παραλαβὼν τοὺς ἐκ τῆς Βοττίας καὶ τῆς Ἀμφαξίτιδος ἧκεν ἔχων εἰς Ἔδεσσαν . προσδεξάμενος δʼ ἐνταῦθα τοὺς μετὰ Χρυσογόνου Μακεδόνας ἐξώρμησε μετὰ πάσης τῆς δυνάμεως , καὶ παρῆν ἑκταῖος εἰς Λάρισαν .
5.97.5 κατὰ δὲ τὸ συνεχὲς ἐνεργῷ νυκτοπορίᾳ χρησάμενος ὑπὸ τὴν ἑωθινὴν ἧκε πρὸς Μελίτειαν , καὶ προσθεὶς τὰς κλιμακίδας τοῖς τείχεσι κατεπείραζε τῆς πόλεως .
5.97.6 τῷ μὲν οὖν αἰφνιδίῳ καὶ παραδόξῳ κατεπλήξατο τοὺς Μελιταιεῖς , ὥστε ῥᾳδίως ἂν κρατῆσαι τῆς πόλεως · τῷ δὲ παρὰ πολὺ γενέσθαι τὰς κλίμακας ἐλάττους τῆς χρείας διεψεύσθη τῆς
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 5.96.4 | Polyb. 5.97.2 (English) | >>Polyb. 5.98.3 |