Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.97.1 Polyb. 5.98.2 (English) >>Polyb. 5.98.9

5.97.5 κατὰ δὲ τὸ συνεχὲς ἐνεργῷ νυκτοπορίᾳ χρησάμενος ὑπὸ τὴν ἑωθινὴν ἧκε πρὸς Μελίτειαν, καὶ προσθεὶς τὰς κλιμακίδας τοῖς τείχεσι κατεπείραζε τῆς πόλεως. 5.97.6 τῷ μὲν οὖν αἰφνιδίῳ καὶ παραδόξῳ κατεπλήξατο τοὺς Μελιταιεῖς, ὥστε ῥᾳδίως ἂν κρατῆσαι τῆς πόλεως· τῷ δὲ παρὰ πολὺ γενέσθαι τὰς κλίμακας ἐλάττους τῆς χρείας διεψεύσθη τῆς

5.98.1

πράξεως. ἐν δὴ γένει μάλιστʼ ἄν τις ἐπιτιμήσειε τοῖς ἡγουμένοις. 5.98.2 εἴτε γάρ τινες μηδεμίαν πρόνοιαν ποιησάμενοι μηδʼ ἐκμετρησάμενοι τείχη, κρημνούς, ἕτερα τῶν τοιούτων, διʼ ὧν ἐπιβάλλονται ποιεῖσθαι τὴν εἴσοδον, αὐτόθεν ἀσκέπτως παραγίνονται πόλιν καταληψόμενοι, τίς οὐκ ἂν τοῖς τοιούτοις ἐπιτιμήσειεν; 5.98.3 εἴτʼ ἐκμετρησάμενοι τὸ καθʼ αὑτούς, κἄπειτα τὴν κατασκευὴν τῶν κλιμάκων καὶ καθόλου τῶν τοιούτων ὀργάνων, μικρὰν ἔχοντα τὴν ἀσχολίαν ἐν μεγάλῳ δίδωσι τὴν αὑτῶν πεῖραν, εἰκῇ καὶ τοῖς τυχοῦσιν ἀνθρώποις ἐγχειρίζουσι, πῶς οὐκ ἄξιον ἐγκαλεῖν; 5.98.4 οὐ γὰρ ἔστιν ἐπὶ τῶν τοιούτων πράξεων ποιῆσαί τι τῶν δεόντων μηδὲν παθεῖν δεινόν, 5.98.5 ἀλλʼ ἅμα ταῖς ἀποτυχίαις ἕπεται βλάβη κατὰ πολλοὺς τρόπους, κατʼ αὐτὸν μὲν τὸν τοῦ πράττειν καιρὸν κίνδυνος περὶ τοὺς ἀρίστους τῶν ἀνδρῶν, ἔτι δὲ μᾶλλον κατὰ τὰς ἀπολύσεις, ὅταν ἅπαξ καταφρονηθῶσι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.97.1 Polyb. 5.98.2 (English) >>Polyb. 5.98.9

Powered by PhiloLogic