Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.97.3 Polyb. 5.98.5 (English) >>Polyb. 5.99.1

5.98.2 εἴτε γάρ τινες μηδεμίαν πρόνοιαν ποιησάμενοι μηδʼ ἐκμετρησάμενοι τείχη, κρημνούς, ἕτερα τῶν τοιούτων, διʼ ὧν ἐπιβάλλονται ποιεῖσθαι τὴν εἴσοδον, αὐτόθεν ἀσκέπτως παραγίνονται πόλιν καταληψόμενοι, τίς οὐκ ἂν τοῖς τοιούτοις ἐπιτιμήσειεν; 5.98.3 εἴτʼ ἐκμετρησάμενοι τὸ καθʼ αὑτούς, κἄπειτα τὴν κατασκευὴν τῶν κλιμάκων καὶ καθόλου τῶν τοιούτων ὀργάνων, μικρὰν ἔχοντα τὴν ἀσχολίαν ἐν μεγάλῳ δίδωσι τὴν αὑτῶν πεῖραν, εἰκῇ καὶ τοῖς τυχοῦσιν ἀνθρώποις ἐγχειρίζουσι, πῶς οὐκ ἄξιον ἐγκαλεῖν; 5.98.4 οὐ γὰρ ἔστιν ἐπὶ τῶν τοιούτων πράξεων ποιῆσαί τι τῶν δεόντων μηδὲν παθεῖν δεινόν, 5.98.5 ἀλλʼ ἅμα ταῖς ἀποτυχίαις ἕπεται βλάβη κατὰ πολλοὺς τρόπους, κατʼ αὐτὸν μὲν τὸν τοῦ πράττειν καιρὸν κίνδυνος περὶ τοὺς ἀρίστους τῶν ἀνδρῶν, ἔτι δὲ μᾶλλον κατὰ τὰς ἀπολύσεις, ὅταν ἅπαξ καταφρονηθῶσι. 5.98.6 πολλὰ δὲ καὶ λίαν τῶν τοιούτων ἐστὶ παραδείγματα· πλείους γὰρ ἂν εὕροι τις τῶν ἀποτυγχανόντων ἐν ταῖς τοιαύταις ἐπιβολαῖς τοὺς μὲν ἀπολωλότας, τοὺς δʼ εἰς τὸν ἔσχατον παραγεγονότας κίνδυνον, τῶν ἀβλαβῶς ἀπολελυμένων. 5.98.7 πρός γε μὴν τὸ μέλλον ὁμολογουμένως ἀπιστίας καὶ μῖσος ἐξεργάζονται καθʼ αὑτῶν, ἔτι δὲ φυλακὴν παραγγέλλουσι πᾶσιν· 5.98.8 οὐ γὰρ μόνον τοῖς παθοῦσιν, ἀλλὰ καὶ τοῖς συνεῖσι τὸ γεγονὸς τρόπον τινὰ παράγγελμα δίδοται προσέχειν αὑτοῖς καὶ φυλάττεσθαι.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.97.3 Polyb. 5.98.5 (English) >>Polyb. 5.99.1

Powered by PhiloLogic