Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.11b.2 Polyb. 6.11.6 (English) >>Polyb. 6.11.13

6.11.3 οὐκ ἀγνοῶ δὲ διότι τοῖς ἐξ αὐτῆς τῆς πολιτείας ὁρμωμένοις ἐλλιπεστέραν φανησόμεθα ποιεῖσθαι τὴν ἐξήγησιν, ἔνια παραλιπόντες τῶν κατὰ μέρος· 6.11.4 πᾶν γὰρ ἐπιγινώσκοντες καὶ παντὸς πεῖραν εἰληφότες διὰ τὴν ἐκ παίδων τοῖς ἔθεσι καὶ νομίμοις συντροφίαν οὐ τὸ λεγόμενον θαυμάσουσιν ἀλλὰ τὸ παραλειπόμενον ἐπιζητήσουσιν, 6.11.5 οὐδὲ κατὰ πρόθεσιν ὑπολήψονται τὸν γράφοντα παραλιπεῖν τὰς μικρὰς διαφοράς, ἀλλὰ κατʼ ἄγνοιαν παρασιωπᾶν τὰς ἀρχὰς καὶ τὰ συνέχοντα τῶν πραγμάτων. 6.11.6 καὶ ῥηθέντα μὲν οὐκ ἂν ἐθαύμαζον ὡς ὄντα μικρὰ καὶ πάρεργα, παραλειπόμενα δʼ ἐπιζητοῦσιν ὡς ἀναγκαῖα, βουλόμενοι δοκεῖν αὐτοὶ πλέον εἰδέναι τῶν συγγραφέων. 6.11.7 δεῖ δὲ τὸν ἀγαθὸν κριτὴν οὐκ ἐκ τῶν παραλειπομένων δοκιμάζειν τοὺς γράφοντας, ἀλλʼ ἐκ τῶν λεγομένων, 6.11.8 κἂν μὲν ἐν τούτοις τι λαμβάνῃ ψεῦδος, εἰδέναι διότι κἀκεῖνα παραλείπεται διʼ ἄγνοιαν, ἐὰν δὲ πᾶν τὸ λεγόμενον ἀληθὲς , συγχωρεῖν διότι κἀκεῖνα παρασιωπᾶται κατὰ κρίσιν, οὐ κατʼ ἄγνοιαν. Exc. Vat. p. 371M. 25, 6H; δεῖ δὲ τὸν lin. 12ἄγνοιαν lin. 18 habet cod. Urb. fol. 65 cum VI, 10, 14 arcte cohaerentia; exc. ant. p. 177. 6.11.9

Ταῦτα μὲν οὖν εἰρήσθω μοι πρὸς τοὺς φιλοτιμότερον δικαιότερον ἐπιτιμῶντας τοῖς συγγραφεῦσιν. Exc. Vat. p. 372M. 25, 30H. 6.11.10

Ὅτι πᾶν πρᾶγμα σὺν καιρῷ θεωρούμενον ὑγιεῖς λαμβάνει καὶ τὰς συγκαταθέσεις καὶ τὰς ἐπιτιμήσεις· μεταπεσόντος δὲ τούτου καὶ πρὸς τὰς ἄλλας περιστάσεις συγκρινόμενον οὐχ οἷον αἱρετόν, ἀλλʼ οὐδʼ ἀνεκτὸν ἂν φανείη τὸ κράτιστα καὶ ἀληθινώτατα πολλάκις ὑπὸ τῶν συγγραφέων εἰρημένον. Ibid.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.11b.2 Polyb. 6.11.6 (English) >>Polyb. 6.11.13

Powered by PhiloLogic