6.11.6 καὶ ῥηθέντα μὲν οὐκ ἂν ἐθαύμαζον ὡς ὄντα μικρὰ καὶ πάρεργα, παραλειπόμενα δʼ ἐπιζητοῦσιν ὡς ἀναγκαῖα, βουλόμενοι δοκεῖν αὐτοὶ πλέον εἰδέναι τῶν συγγραφέων.
6.11.7 δεῖ δὲ τὸν ἀγαθὸν κριτὴν οὐκ ἐκ τῶν παραλειπομένων δοκιμάζειν τοὺς γράφοντας, ἀλλʼ ἐκ τῶν λεγομένων,
6.11.8 κἂν μὲν ἐν τούτοις τι λαμβάνῃ ψεῦδος, εἰδέναι διότι κἀκεῖνα παραλείπεται διʼ ἄγνοιαν, ἐὰν δὲ πᾶν τὸ λεγόμενον ἀληθὲς ᾖ, συγχωρεῖν διότι κἀκεῖνα παρασιωπᾶται κατὰ κρίσιν, οὐ κατʼ ἄγνοιαν. Exc. Vat. p. 371M. 25, 6H; δεῖ δὲ τὸν lin. 12 — ἄγνοιαν lin. 18 habet cod. Urb. fol. 65
cum VI, 10, 14 arcte cohaerentia; exc. ant. p. 177.
6.11.9
Ταῦτα μὲν οὖν εἰρήσθω μοι πρὸς τοὺς φιλοτιμότερον ἢ δικαιότερον ἐπιτιμῶντας τοῖς συγγραφεῦσιν. Exc. Vat. p. 372M. 25, 30H.
6.11.10
Ὅτι πᾶν πρᾶγμα σὺν καιρῷ θεωρούμενον ὑγιεῖς λαμβάνει καὶ τὰς συγκαταθέσεις καὶ τὰς ἐπιτιμήσεις· μεταπεσόντος δὲ τούτου καὶ πρὸς τὰς ἄλλας περιστάσεις συγκρινόμενον οὐχ οἷον αἱρετόν, ἀλλʼ οὐδʼ ἀνεκτὸν ἂν φανείη τὸ κράτιστα καὶ ἀληθινώτατα πολλάκις ὑπὸ τῶν συγγραφέων εἰρημένον. Ibid.
6.11.11
Ἦν μὲν δὴ τρία μέρη τὰ κρατοῦντα τῆς πολιτείας, ἅπερ εἶπα πρότερον ἅπαντα· οὕτως δὲ πάντα κατὰ μέρος ἴσως καὶ πρεπόντως συνετέτακτο καὶ διῳκεῖτο διὰ τούτων ὥστε μηδένα ποτʼ ἂν εἰπεῖν δύνασθαι βεβαίως μηδὲ τῶν ἐγχωρίων πότερʼ ἀριστοκρατικὸν τὸ πολίτευμα σύμπαν ἢ δημοκρατικὸν ἢ μοναρχικόν.