Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.12.3 Polyb. 6.13.1 (English) >>Polyb. 6.13.8

6.12.8 ἐξουσίαν δʼ ἔχουσι καὶ δαπανᾶν τῶν δημοσίων ὅσα προθεῖντο, παρεπομένου ταμίου καὶ πᾶν τὸ προσταχθὲν ἑτοίμως ποιοῦντος. 6.12.9 ὥστʼ εἰκότως εἰπεῖν ἄν, ὅτε τις εἰς ταύτην ἀποβλέψειε τὴν μερίδα, διότι μοναρχικὸν ἁπλῶς καὶ βασιλικόν ἐστι τὸ πολίτευμα. 6.12.10 εἰ δέ τινα τούτων τῶν λέγεσθαι μελλόντων λήψεται μετάθεσιν κατὰ τὸ παρὸν μετά τινα χρόνον, οὐδὲν ἂν εἴη πρὸς τὴν νῦν ὑφʼ ἡμῶν λεγομένην ἀπόφασιν.

6.13.1

Καὶ μὴν σύγκλητος πρῶτον μὲν ἔχει τὴν τοῦ ταμιείου κυρίαν. καὶ γὰρ τῆς εἰσόδου πάσης αὕτη κρατεῖ καὶ τῆς ἐξόδου παραπλησίως. 6.13.2 οὔτε γὰρ εἰς τὰς κατὰ μέρος χρείας οὐδεμίαν ποιεῖν ἔξοδον οἱ ταμίαι δύνανται χωρὶς τῶν τῆς συγκλήτου δογμάτων πλὴν τὴν εἰς τοὺς ὑπάτους· 6.13.3 τῆς τε παρὰ πολὺ τῶν ἄλλων ὁλοσχερεστάτης καὶ μεγίστης δαπάνης, ἣν οἱ τιμηταὶ ποιοῦσιν εἰς τὰς ἐπισκευὰς καὶ κατασκευὰς τῶν δημοσίων κατὰ πενταετηρίδα, ταύτης σύγκλητός ἐστι κυρία, καὶ διὰ ταύτης γίνεται τὸ συγχώρημα τοῖς τιμηταῖς. 6.13.4 ὁμοίως ὅσα τῶν ἀδικημάτων τῶν κατʼ Ἰταλίαν προσδεῖται δημοσίας ἐπισκέψεως, λέγω δʼ οἷον προδοσίας, συνωμοσίας, φαρμακείας, δολοφονίας, τῇ συγκλήτῳ μέλει περὶ τούτων. πρὸς δὲ τούτοις, 6.13.5 εἴ τις ἰδιώτης πόλις τῶν κατὰ τὴν Ἰταλίαν διαλύσεως καὶ νὴ Δίʼ ἐπιτιμήσεως βοηθείας φυλακῆς προσδεῖται, τούτων πάντων ἐπιμελές ἐστι τῇ συγκλήτῳ.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.12.3 Polyb. 6.13.1 (English) >>Polyb. 6.13.8

Powered by PhiloLogic