Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.15 Polyb. 6.16 (English) >>Polyb. 6.17

6.16.1

γε μὴν σύγκλητος πάλιν, τηλικαύτην ἔχουσα δύναμιν, πρῶτον μὲν ἐν τοῖς κοινοῖς πράγμασιν ἀναγκάζεται προσέχειν τοῖς πολλοῖς καὶ στοχάζεσθαι τοῦ δήμου, 6.16.2 τὰς δʼ ὁλοσχερεστάτας καὶ μεγίστας ζητήσεις καὶ διορθώσεις τῶν ἁμαρτανομένων κατὰ τῆς πολιτείας, οἷς θάνατος ἀκολουθεῖ τὸ πρόστιμον, οὐ δύναται συντελεῖν, ἂν μὴ συνεπικυρώσῃ τὸ προβεβουλευμένον δῆμος. 6.16.3 ὁμοίως δὲ καὶ περὶ τῶν εἰς ταύτην ἀνηκόντων· ἐὰν γάρ τις εἰσφέρῃ νόμον, τῆς ἐξουσίας ἀφαιρούμενός τι τῆς ὑπαρχούσης τῇ συγκλήτῳ κατὰ τοὺς ἐθισμοὺς τὰς προεδρίας καὶ τιμὰς καταλύων αὐτῶν καὶ νὴ Δία ποιῶν ἐλαττώματα περὶ τοὺς βίους. πάντων δῆμος γίνεται τῶν τοιούτων καὶ θεῖναι καὶ μὴ κύριος. 6.16.4 τὸ δὲ συνέχον, ἐὰν εἷς ἐνίστηται τῶν δημάρχων, οὐχ οἷον ἐπὶ τέλος ἄγειν τι δύναται τῶν διαβουλίων σύγκλητος, ἀλλʼ οὐδὲ συνεδρεύειν συμπορεύεσθαι τὸ παράπαν6.16.5 ὀφείλουσι δʼ ἀεὶ ποιεῖν οἱ δήμαρχοι τὸ δοκοῦν τῷ δήμῳ καὶ μάλιστα στοχάζεσθαι τῆς τούτου βουλήσεωςδιὸ πάντων τῶν προειρημένων χάριν δέδιε τοὺς πολλοὺς καὶ προσέχει τῷ δήμῳ τὸν νοῦν σύγκλητος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.15 Polyb. 6.16 (English) >>Polyb. 6.17

Powered by PhiloLogic