Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.2.2 Polyb. 6.2.7 (English) >>Polyb. 6.3.3

6.2.5 καθάπερ γὰρ οἱ κατʼ ἰδίαν ὑπὲρ τῶν φαύλων τῶν σπουδαίων ἀνδρῶν ποιούμενοι τὰς διαλήψεις, ἐπειδὰν ἀληθῶς πρόθωνται δοκιμάζειν, οὐκ ἐκ τῆς ἀπεριστάτου ῥᾳστώνης κατὰ τὸν βίον ποιοῦνται τὰς ἐπισκέψεις, ἀλλʼ ἐκ τῶν ἐν ταῖς ἀτυχίαις περιπετειῶν καὶ τῶν ἐν ταῖς ἐπιτυχίαις κατορθωμάτων, 6.2.6 μόνον νομίζοντες εἶναι ταύτην ἀνδρὸς τελείου βάσανον τὸ τὰς ὁλοσχερεῖς μεταβολὰς τῆς τύχης μεγαλοψύχως δύνασθαι καὶ γενναίως ὑποφέρειν, τὸν αὐτὸν τρόπον χρὴ θεωρεῖν καὶ πολιτείαν. 6.2.7 διόπερ οὐχ ὁρῶν ποίαν ἄν τις ὀξυτέραν μείζονα λάβοι μεταβολὴν τῶν καθʼ ἡμᾶς τῆς γε Ῥωμαίοις συμβάσης, εἰς τοῦτον ἀπεθέμην τὸν καιρὸν τὸν ὑπὲρ τῶν προειρημένων ἀπολογισμόν· γνοίη δʼ ἄν τις τὸ μέγεθος τῆς μεταβολῆς ἐκ τούτων. Ζήτει ἐν τῷ περὶ στρατηγίας. Exc. Vat. p. 369 Mai. 24, 4 Heys. 6.2.8

Ὅτι τὸ ψυχαγωγοῦν ἅμα καὶ τὴν ὠφέλειαν ἐπιφέρον τοῖς φιλομαθοῦσι τοῦτʼ ἔστιν τῶν αἰτιῶν θεωρία καὶ τοῦ βελτίονος ἐν ἑκάστοις αἵρεσις. 6.2.9 μεγίστην δʼ αἰτίαν ἡγητέον ἐν ἅπαντι πράγματι καὶ πρὸς ἐπιτυχίαν καὶ τοὐναντίον τὴν τῆς πολιτείας σύστασιν· 6.2.10 ἐκ γὰρ ταύτης ᾗπερ ἐκ πηγῆς οὐ μόνον ἀναφέρεσθαι συμβαίνει πάσας τὰς ἐπινοίας καὶ τὰς ἐπιβολὰς τῶν ἔργων, ἀλλὰ καὶ συντέλειαν λαμβάνειν. Exc. Vat. p. 370 M. 24, 30 H. 6.2.11

Τὸ γὰρ ἀδύνατον ἐν τῷ ψεύδει μόνον οὐδʼ ἀπολογίαν ἐπιδέχεται τοῖς ἁμαρτάνουσιν. Cod. Urbin. margo fol. 61



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.2.2 Polyb. 6.2.7 (English) >>Polyb. 6.3.3

Powered by PhiloLogic