Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.19.9 Polyb. 6.20.8 (English) >>Polyb. 6.21.6

6.20.5 πάλιν δʼ ἄλλων τεττάρων προσαχθέντων λαμβάνουσι πρῶτοι τὴν αἵρεσιν οἱ τοῦ δευτέρου στρατοπέδου καὶ ἑξῆς οὕτως, τελευταῖοι δʼ οἱ τοῦ πρώτου. 6.20.6 μετὰ δὲ ταῦτα πάλιν ἄλλων τεττάρων προσαχθέντων πρῶτοι λαμβάνουσιν οἱ τοῦ τρίτου στρατοπέδου, τελευταῖοι δʼ οἱ τοῦ δευτέρου. 6.20.7 καὶ αἰεὶ κατὰ λόγον οὕτως ἐκ περιόδου τῆς ἐκλογῆς γινομένης παραπλησίους συμβαίνει λαμβάνεσθαι τοὺς ἄνδρας εἰς ἕκαστον τῶν στρατοπέδων. 6.20.8 ὅταν δʼ ἐκλέξωσι τὸ προκείμενον πλῆθοςτοῦτο δʼ ἔστιν ὁτὲ μὲν εἰς ἕκαστον στρατόπεδον πεζοὶ τετρακισχίλιοι καὶ διακόσιοι, ποτὲ δὲ πεντακισχίλιοι, ἐπειδὰν μείζων τις αὐτοῖς προφαίνηται κίνδυνος6.20.9 μετὰ ταῦτα τοὺς ἱππεῖς τὸ μὲν παλαιὸν ὑστέρους εἰώθεσαν δοκιμάζειν ἐπὶ τοῖς τετρακισχιλίοις διακοσίοις, νῦν δὲ προτέρους, πλουτίνδην αὐτῶν γεγενημένης ὑπὸ τοῦ τιμητοῦ τῆς ἐκλογῆς· καὶ ποιοῦσι τριακοσίους εἰς ἕκαστον στρατόπεδον.

6.21.1

Ἐπιτελεσθείσης δὲ τῆς καταγραφῆς τὸν προειρημένον τρόπον, ἁθροίσαντες τοὺς ἐπειλεγμένους οἱ προσήκοντες τῶν χιλιάρχων καθʼ ἕκαστον στρατόπεδον, καὶ λαβόντες ἐκ πάντων ἕνα τὸν ἐπιτηδειότατον, 6.21.2 ἐξορκίζουσιν μὴν πειθαρχήσειν καὶ ποιήσειν τὸ προσταττόμενον ὑπὸ τῶν ἀρχόντων κατὰ δύναμιν. 6.21.3 οἱ δὲ λοιποὶ πάντες ὀμνύουσι καθʼ ἕνα προπορευόμενοι, τοῦτʼ αὐτὸ δηλοῦντες ὅτι ποιήσουσι πάντα καθάπερ πρῶτος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.19.9 Polyb. 6.20.8 (English) >>Polyb. 6.21.6

Powered by PhiloLogic